ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
πρώτου τοῦ τῆς ἀναμνήσεως διαλέξομαι.
πᾶς λόγος διαιρεῖται, (λέγω δὲ νῦν λόγον τὸν δικανικόν) τό τε πραγματικὸν καὶ τὸ παθητικόν· ὑποτάσσεται δὲ τῷ πραγματικῷ μὲν ἥ τε διήγησις καὶ ἡ ἀπόδειξις· τῷ δὲ παθητικῷ τὸ προοίμιον καὶ ὁ ἐπίλογος. πῶς οὖν εἰπόντες τοῦ λόγου τῆς ἰδέας τῆς παθητικῆς τὸν ἐπίλογον τὴν
ἀνάμνησιν τόπον οὖσαν αὐτοῦ μέρος πραγματικῆς εἶναί φαμεν; ὅτι κατὰ τοῦτον τὸν τόπον ἀνακεφαλαίωσιν ποιούμεθα τῶν ἀποδείξεων· ἐπεὶ οὖν τῶν πραγμάτων ἀνάμνησιν κεφαλαιώδη ποιούμεθα, διὰ τοῦτο πραγματτικὸς οὗτος ὁ τόπος, ἰδικὸς ὢν τοῦ ἐπιλόγου.
τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν
ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ οὕτως· ὡς μὲν οὖν ἠδίκηκε 3 τὴν πόλιν οὐκ ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον,
τοῦθʼ ὑμῖν γέγονε γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ᾿ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε
ἀναγκαίων καὶ τῶν προηγουμένων ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς
καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων δἰ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον.
ἡ προσωποποιΐα, ἀλλαχόθι που δεδηλώκαμεν, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον τί τέ ἐστι καὶ πῶς δἰ αὐτῆς ἀναμνήσομεν, δῆλον ποιήσω. ἔστι μὲν οὖν προσωποποιΐα παραγόμενον πρόσωπον τὸ οὐκ εἰς τὸ δικαστήριον παρόν,
ἀποδημῶν πατὴρ ἢ τεθνεώς, ἢ πατρίς, ἢ στρατηγία, ἢ νομοθεσία, ἢ ἕτερον τῶν τούτοις παρεοικότων. τοιοῦτο μὲν οὖν ἐστὶν ἡ προσωποποιΐα. διὰ ταύτης δὲ τῶν εἰρημένων ἀνάμνησις οὕτω γίνεται, οἷον ἐπὶ Μιλτιάδου κρινομένου 5 μετὰ Πάρον. ἀναμνῆσαι γάρ ἐστι τοῦ Μιλτιάδου
καὶ Κίμωνος δικαίων παρεισάγοντας τὸν καιρὸν τὸν Μηδικόν ὑπολάβετε, ω Ἀθηναῖοι, τὸν καιρὸν ἐκεῖνον αὐτὸν παρόντα νῦν ὑπὲρ Μιλτιάδου ποιεῖσθαι τοὺς λόγους. καὶ ὑποθεὶς τὸ πρόσωπόν τις τοὺ καιροῦ κεφαλαιωδῶς ὑπομνήσει τοῦ φόβου τοῦ κατασχόντος αὐτούς,
τῶν τε τοῖς Ναξίοις συμβεβηκότων καὶ τῆς τῶν Ἐρετριέων ἀναστάσεως, πῶς ἔπεισε τὸν πολέμαρχον τῆς ψήφου τῆς αὐτοῦ γενέσθαι, πῶς δὲ τῶν στρατιωτῶν ἡγήσατο τῆς νίκης, τῆς φυγῆς τῆς τῶν βαρβάρων. κέχρηται δὲ καὶ ὁ Δημοσθένης προσωποποιΐᾳ πρόσωπον ὑποθεὶς
τὸν καιρὸν αὐτὸς αὐτῷ. ἐκεῖνος μὲν οὖν ἐν ἀρχῇ τοῦ πρώτου τῶν Ὀλυνθιακῶν τὸν καιρὸν παρεισήγαγε, καὶ ἐπὶ τέλει δὲ τοῦ λόγου ἥρμοσεν ἂν παρεισαχθεὶς εἰς τὴν ἀνάμνησιν τῶν εἰρημένων· „ὁ γὰρ παρὼν καιρὸς ταύτας ἀφίησι τὰς φωνάς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων
αὐτοῖς ἀντιληπτέον ἐστίν, ὅτι ἡ τῆς πόλεως τύχη βελτίων τῆς Φιλίππου, ὅτι πολλὰ πρὸς τὸ νικᾶν ἐστὶν ὑμῖν πλεονεκτήματα, ὅτι ἀσθενῆ τὰ τοῦ Φιλίππου παντάπασιν, ὅτι ἀναιρεθέντων Ὀλυνθίων ἐν τῇ ὑμῶν αὐτῶν ἀμυνεῖσθε τὸν βάρβαρον. οὕτως ἀνέμνησεν ἂν διὰ τῆς προσωποποιΐας τὰ κεφαλαιωδῶς τῶν εἰρημένων.
ἐγράφη μὲν γὰρ ψήφισμα χαλκῆς εἰκόνος τῷ Δημάθῃ, 6 ὁ δὲ κατηγορεῖ τοῦ ψηφίσματος. ὅσα οὖν ἦν αὐτῷ διὰ πλειόνων εἰρημένα εἰς τὴν κατασκευὴν τοῦ ὅτι μὴ ἦν ἄξιος τῆς τιμῆς τυχεῖν ταύτης, ταῦτα κεφαλαιωδῶς 7 ἀνέμνησεν ὑποτυπῶν τὸ σχῆμα τοῦ ἀνδριάντος. ,,τί
γάρ, φησί, ,,σχῆμα ἕξει, τὴν ἀσπίδα προβαλεῖται; ἀλλὰ ταύτην γε ἀπέβαλεν ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ· ἀλλὰ ἀκροστόλιον νεὼς ἕξει; “ ἔπειτα πυνθάνεται, ,,ποίας; ἢ τῆς τοῦ πατρός; ἀλλὰ βιβλίον, ἐν ᾧ φάσεις καὶ εἰςαγγελίαι ἔσονται γεγραμμέναι. ἀλλὰ νὴ Δία στήσεται
προσευχόμενος τοῖς θεοῖς, κακόνους ὢν τῇ πόλει καὶ τὰ ἐναντία πᾶσιν ὑμῖν ηὐγμένος; ἀλλὰ τοῖς ἐχθροῖς ὑπηρετῶν; οὕτως μὲν οὖν ἀνέμνησε κεφαλαιωδῶς, ἐξ ὧν αὐτὸν ἐδείκνυεν οὐκ ὄντα τῆς τιμῆς τυχεῖν ταύτης ἄξιον.
ὁ τοὺς βαρβάρους σφήλας τῆς ἐλπίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ Ὑπερείδης ὑπὲρ Λυκούργου λέγων· ,,τίνα φήσουσιν οἱ παριόντες αὐτοῦ τὸν τάφον; οὗτος ἐβίω μὲν σωφρόνως, ταχθεὶς δὲ ἐπὶ τῇ διοικήσει τῶν χρημάτων εὗρε πόρους, ᾠκοδόμησε δὲ τὸ θέατρον, τὸ
ᾠδεῖον,τὰ νεώρια, τριήρεις ἐποιήσατο, λιμένας. τοῦτον 8 ἡ πόλις ἡμῶν ἠτίμωσε, καὶ τοὺς παῖδας ἔδησεν αὐτοῦ.“ κέχρηται καὶ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ τὴν ἀδελφὴν αὑτῆς τὸν Αἴγισθον καὶ τὴν μητέρα ἀποκτεῖναι κελευούσῃ καὶ τὴν Κλυταιμνήστραν, πειρᾶται δὲ αὐτὴν ἀναπείθειν ἐξ ἠθοποιΐας· οἱ γὰρ βλέποντες ἡμὰς, φησί, τὰ καὶ τὰ
ἐροῦσι. καὶ ἐν Ἀπολογίᾳ δὲ Σωκράτους ὁ Πλάτων διʼ ἠθοποιΐας ἀναμιμνήσκει. τοιοῦτος μὲν οὖν ἐστὶν οὗτος ὁ λόγος.
τυχεῖν βουλόμενος, ἐμπρήσας μὲν ὑμῶν τὰς τριήρεις, γεγονὼς δὲ ὑμἴν τηλικαύτης αἴτιος ζημίας, προβαλλόμενος δὲ τὴν στρατηγίαν, ἐν ταῦτα διεπράξατο ἐγὼ δὲ ὑπάγων αὐτὸν τοῖς νόμοις καὶ βουλόμενος ὑμῖν αὐτὸν τιμωρίαν ὑποσχεῖν ἀνθʼ ὧν ἐζημίωσε τὸ κοινόν. καὶ ὁ
μὲν πρὸς τῷ τὴν πόλιν αὐτὸς ἠδικηκέναι καὶ τοῖς ἄλλοις στρατηγοῖς οἴεται ἄδειαν παρασχεῖν τοῦ τὰ ὅμοια πράττειν· ἐγὼ δὲ καὶ τούτους ἡγοῦμαι τῷ τὰ ὅμοια τούτῳ παθεῖν δεδοικέναι μηδὲν ὅμοιον αὐτῷ ζημιῶσαι τὴν πόλιν. ἢ οὕτως ἀντιπαραβαλοῦμεν τὰ ἀλλήλων δίκαια·
ἐγὼ μὲν ἀξιῶν ὑμῖν τούς νόμους εἶναι κυρίους δευρὶ πάρειμι, ὁ δὲ ἀκύρους αὐτοὺς καὶ μηδενὸς ἀξίους· κἀγὼ μὲν τιμᾶσθαι παρʼ ὑμῖν τούς ὑμετέρους εὐεργέτας, ὁ δὲ τούς ἄνωθεν ὑμᾶς λελυπηκότας· κἀγὡ μὲν τοῦτο γενέσθαι ὃ πραχθὲν οὐ ζημιώσει τὴν πόλιν, ὁ δὲ ἐξ οὗ τὸ 9 κοινὸν μέλλει βλάπτεσθαι.
τῶν εἰρημένων ἃ μὲν γὰρ οὗτος, φησίν, εἰσκεκόμικεν, οὐκ ἔχει τὰς ἀληθεῖς αἰτίας τῆς προξενίας, ἐγὼ δὲ εἰ δεῖ πρόξενον ὑμῶν αὐτὸν γενέσθαι, διʼ ἃ τούτων τεύξεται γράψας εἰσφέρω. ἔπειτα τὸ ψήφισμα εἰσφέρει δεδόχθαι γάρ φησι πρόξενον αὐτὸν εἶναι, διότι τὰ Φιλίππῳ συμφέροντα καὶ πράττει καὶ λέγει, ὅτι γενόμενος ἵππαρχος τοὺς Ὀλυνθίων ἱππέας προὔδωκε Φιλίππῳ, ὅτι τοῦτο πράξας αἴτιος τοῦ Χαλκιδέων. ὑπῆρξεν ὀλέθρου, ὅτι
ἀλούσης Ὀλύνθου τιμητὴς ἐγένετο τῶν αἰχμαλώτων, ὅτι ἀντέπραξε τῇ πόλει περὶ τοῦ ἱεροῦ τοῦ Δηλίων, ὅτι τῆς πόλεως περὶ Χαιρώνειαν ἡττηθείσης οὔτε ἔθαψε τῶν τεθνεώτων τινάς, οὔτε τῶν ἁλόντων οὐδένα ἐλύσατο· διὰ τούτων κεφαλαιωδῶς ἀναμιμνήσκει τῶν παρʼ ὅλην
τὴν κατηγορίαν εἰρημένων κατʼ αὐτοῦ.
τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας.
τῶν υἱέων, τούς στρατιώτας μὴ ἐπιβουλεύειν τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, μὴ ποιεῖσθαι κέρδη τὰς ἀλλοτρίας συμφοράς, εἰ τοῦτον εἰσέφερε τὸν νόμον, οὐκ ἂν ἐκυρώσατε; τοῦτον δὲ ἀντὶ τούτου εἰσφέρειν ἕτερον νόμον τὸν τὰ ἐναντία τούτοις ποιεῖν κελεύοντα, κυρίους
εἶναι τῶν ἀλλοτρίων παίδων τούς μηδὲν προσήκοντας αὐτοῖς, τούς ἀδικήσαντας μηδεμίαν τιμωρίαν ἐκτίνειν, ἄδειαν τοὺς στρατιώτας ἔχειν τοῦ ποιεῖν ἅπαντας κακῶς.
Ἐπαμεινώνδαν φασὶ θανάτου κρινόμενον παρὰ τοῖς Θηβαίοις ποιῆσαι. παρελθών γὰρ ἔφη ,,ἀποκτείνατέ με, ὦ Θηβαῖοι.ἐκεῖνο δέ μοι παρʼ ὑμῶν ὑπαρξάτω ἐν τῇ στήλῃ, ὅτι παραλαβὼν τὴν πόλιν δουλεύουσαν τὴν ἑαυτοῦ ἠλευθέρωσε, καὶ Λακεδαιμονίους ἐκράτησε μάχῃ, καὶ διέβη εἰς Πελοπόννησον, τὰ καὶ τὰ διεπράξατο. δύναται δὲ ὁ
Ἐπαμεινώνδας καὶ οὕτω λέγειν· μὴ ποιήσητέ μου τάφον· παριών γάρ τις μνημονεύσει καὶ ἐρεῖ τὰ καὶ τά. ἔστι δὲ ὑπομιμνήσκειν οὐ μόνον διὰ τῆς ἐπιγραφῆς τῆς γιγνομένης διὰ γραμμάτων, ἀλλὰ καὶ τῆς ἐκτύπωσιν ἐχούσης τῶν γεγενημένων, ὡς ἐπὶ Θεμιστοκλέους, εἰ δὲ
ἀποκτενεῖτέ με, ἔστω μνῆμα δηλοῦν ἐπὶ τῷ ἐμῷ τάφῳ 12 τούτων ἕκαστον, διʼ ἃ νῦν φθονούμενος κρίνομαι, Ἀρτεμίσιόν που καὶ Σαλαμὶς γεγράφθω καὶ στόλος βασιλικὸς καὶ τὸ Ἀθηναίων ναυτικὸν καὶ τῶν ἄλλων ἕκαστον ἀξιώσει τούτοις ἐγγεγράφθαι.
ἀλλὰ δέδεικται παρὰ τοὺς νόμους γεγραμμένον· ὅτι Δημοσθένης εὔνους τῇ πόλει; ἀλλὰ καὶ οὗτος δέδεικται κακόνους ὢν τῷ δήμῳ. ὅτι Κτησιφῶν αὐτὸς ἐξ ἀγνοίας τὸ ψήφισμα ἁμαρτὼν ἔγραψεν,ἀναγκάσαντος αὐτόν τινος; οὐδὲ διὰ τούτων οὐδὲν αὐτοῦ ἀποψηφιεῖσθε.
ψηφίσματος, ἐκ τῆς γνωσιγραφίας, ἐκ τῆς παραθέσεως ἀμφοτέρων τῶν δικαίων συγκρίσεως, πάλιν ἐξ ἠθοποιΐας, ἐξ ὑποτυπώσεως, ἐκ προσωποποιΐας, ἐκ τῆς κεφαλαιώδους ἐκθέσεως τῶν εἰρημένων. καὶ περὶ μὲν τῆς ἀνακεφαλαιώσεως ταῦτα λέγειν ὑπάρχει.
Περὶ ἐλέου.
13οὐ γὰρ ἐξαίφνης ἐπιχειρεῖν δεῖ τούτῳ τῷ τόπῳ, ἀλλὰ μετὰ προπαρασκευῆς τινος· ἀνύσομεν γάρ τι καὶ οὕτω μᾶλλον τῶν δικαστῶν ἀναπεπεισμένων καὶ παρωξυσμένων πρὸς τὸ ἐλεεῖν τὸν κρινόμενον. πῶς οὖν προπαρασκευάσομεν; τοῦτον τὸν τρόπον· κοινῷ τόπῳ χρησόμεθα
τῷ περὶ ἐλέου καὶ φιλανθρωπίας, καὶ περὶ τοῦ δεῖν φρονεῖν ἀνθρώπινα καὶ ἡμέροις χαίρειν μᾶλλον ἤπερ ἀποτόμοις, τὸ τοιοῦτονεἶναι λέγοντες πολύ καὶ χρηστὸν καὶ φιλάνθρωπον καὶ τρόπου πεπαιδευμένου, καὶ τοὺς ρὕτως ἔχοντας ἐπαινεῖσθαι μᾶλλον τῶν οὕτως οὐκ ἐχόντων,
καὶ ὅσον διαφέρουσιν οἱ ἄνθρωποι τῶν θηρίων, 14 τοσοῦτον διαφέρειν τούς ἐλεήμονας τῶν ἀνηλεῶν. καὶ ἔτι φήσομεν τοὺς οὕτως ἔχοντας εἴ ποτε ἄρα δεηθεῖεν τῆς παρʼ ἄλλων φιλανθρωπίας, ῥᾷον αὐτῆς τυγχάνειν. δεῖν δʼ ὄντας ἀνθρώπους προορᾶσθαι τὸ μέλλον. Ἀθήνῃσι
μὲν οὖν λέγοντες καὶ ἀπὸ κρίσεως καὶ ἀπὸ ἔργων γεγενημένων τὸν κοινὸν τόπον τοῦτον κατασκεάσομεν· Ἐλέου βωμός ἐστι παρʼ ὑμῖν, θεὸς εἶναι δοκεῖ παρʼ ὑμῖν ἡ κοινὴ πάντων φιλανθρωπία, ἐπὶ τούτῳ παρὰ τοῖς ἄλλρις εὐδοκιμεῖτε πᾶσι, μὴ οὖν ἀλλοιωθῆτε νῦν. καὶ παραδείγματα
προοισόμεθα, τοὺς καταφυγόντας μὲν ἐπὶ τὸν βωμόν, μὴ ἀτυχήσαντας δὲ ὧν ἠξίωσαν, οἷον τοὺς Ἡρακλείδας, καὶ εἰ δή τινες ἕτεροι λέγονται τὸ ὅμοιον αὐτοῖς ποιῆσαι. εἰ δὲ παρʼ ἄλλοις ἐσμέν, παράδειγμα τὸ 15 τῶν Ἀθηναίων προοισόμεθα καὶ ἐπαινεσόμεθα τοὺς
Ἀθηναίους, καὶ ἐὰν μὲν ὦσι φίλοι, ὡς καὶ περὶ φίλων διαλεξόμεθα, εἰ δʼ ἐχθροὶ τῶν Ἀθηναίων τινές, προθεραπεύσομεν τὸν λόγον, ὡς ὁ Αἰσχίνης· μέλλων γὰρ λέγειν πεπραγμιένον τι τοῖς Λακεδαιμονίοις, προθεραπεύει τοῦτο καλὸν εἶναι λέγων μιμεῖσθαι καὶ τὰς ἀλλοτρίας
καὶ τὰς οἰκείας ἀρετάς.
ὑμᾶς ἐκ χρημάτων γέγονεν ὑμῖν καὶ ἐκ τῶν ὄντων τὰ δυνατὰ αὐτῷ χρήσιμος, αὑτόν γε μὴν ἔταξεν ἐπὶ τὰ τῇ πόλει συμφέροντα. καὶ γάρ τοι δημηγορῶν ὠφέλει τὸ κοινὸν νόμους εἰσφέρων ψηφίσματα· ὑπὲρ δὲ τῶν δικαίων ἐπρέσβευσεν,ἐστρατήγησεν.ἔτι προπαρασκευάσομεν
πρὸς τὸ ἐλεεῖσθαι τοὺς κρινομένους τὰ ὑπʼ αὐτῶν φιλανθρώπως πρὸς ἄλλους πεπραγμένα διεξιόντες· ἐνὸν αὐτῷ παρὰ τοῦ δεῖνος τιμωρίαν ἀδικηθέντι λαβεῖν ἀφεῖκεν· ἐν μέντοι τῷ παρασκευαστικῷ πρὸς τὸν ἔλεον τούτῳ οἰκείῳ χρησόμεθα τῷ παρόντι πράγματι.
δημαγωγούς, τὸ ἀτιμίᾳ περιπεπτωκέναι στρατηγούς, 16 συνελόντι δʼ εἰπεῖν ἡ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρω μεταβολὴ κατὰ τὸν τόπον θεωρεῖται τὸν παρὰ τὴν ἀξίαν καλούμενον, οἷον ὁ Δημοσθένης ἐπιστέλλει πως τοῖς Ἀθηναίοις περὶ τῆς καθόδου τῆς ἑαυτοῦ. οἶμαι μὲν ὅτι
καὶ αὐτὸς κινεῖ τὸν ἔλεον ἐκτοῦ παρὰ τὴν ἀξίαν θεωρεῖσθαι εἰ δὲ καὶ παραλέλειπται τοῦτο αὐτῷ, ὑπῆρχεν ἄν κινῆσαι τὸν ἔλεον αὐτῷ τόνδε τὸν τρόπον, ἀλλὰ νῦν ὁ πρότερον διοικῶν τὰ ὑμέτερα πράγματα κε λαμπρὸς καὶ περίβλεπτος ὢν καὶ ὑπὸ τῶν πάντων ζηλούμενος οὐ μόνον τούτων ἀφῄρημαι, ἀλλὰ καὶ τῆς πατρίδος ἐξελήλαμαι. καὶ ἱκέτης ἄλλων γίνομαι ὁ τέως ἄλλους εὐεργετῶν.
πλουσίων, ἀλλʼ οὖν ἀπολαύσειν αὐτοῖς τῆς τιμῆς τῆς ἴσης· νυνὶ δὲ τούτων ἀπάντων ἐσφάλην, ᾔτησέ με παρʼ ὑμῶν ὁ πλούσιος δωρεάν, ὑμεῖς ἔδοτε, ψήφισμα περὶ τούτων ἐκυρώσατε. δύναται δέ τις τὸν τόπον τοῦτον κινεῖν πολλαχῶς· ἤλπισα γηροβοσκὸν παῖδα ἔσεσθαί μοι.
ὁ δὲ οὐ μόνον οὐδὲν τούτων ποιεῖ, ἀλλὰ καὶ συκοφαντεῖ καὶ παρανοεῖν φησὶ καὶ δῆσαι βούλεται. καὶ στρατηγὸς 18 κρινόμενος ἐπὶ νίκῃ γεγενημένῃ ἀπὸ τούτου τοῦ τόπου εἰς τὸν ἔλεον εὐπορήσει λημμάτων.
τοῦ αὔξοντες αὐτήν, ὡς ἐπὶ Μιλτιάδου, οὗτος μέντοι παρʼ ὑμῖν εὐδοκιμῶν πρὸ τοῦ καὶ τιμῆς καὶ στρατηγίας ἠξιωμένος οὐκ ἐπὶ τῆς αὐτῆς τούτοις χώρας μένει, ἀλλʼ, ὁρᾶτε γὰρ τὴν μεταβολὴν αὐτοῦ τῆς τύχης, κρίνεται μὲν ὡς ἀδικῶν τὴν πόλιν, κεκόμισται δὲ νοσῶν εἰς τὸ δικαστήριον,
ἔχει δὲ τὴν ἐλπίδα τῆς ἀφέσεως οὐκ ἐν τοῖς ἑαυτοῦ λόγοις, ἀλλʼ ἐν οἷς ἄλλοι μέλλουσιν ὑπὲρ αὐτοῦ λέγειν. καὶ ὡς ἐπὶ τῶν Ἀθηναίων λόγου χάριν, εἴ τινες ἠξίουν τοὺς Λακεδαιμονίους καταλῦσαι τὴν ἀρχὴν τῶν τριάκοντα. τὴν γὰρ εὐδαιμονίαν τὴν οὖσαν τῇ πόλει
πρὸ τοῦ ἐπιών τις καὶ αὔξων καὶ τὰ παρόντα δεινὰ νῦν αὐτοῖς καταριθμούμενος καὶ ἀξιῶν ἐλέου τυχεῖν αὐτοὺς 19 νῦν δόξει δικαίως κεκινηκέναι τὸν τόπον τοῦτον, ὅτι καὶ αὐτῶν τῶν Δακεδαιμονίων οἱ Ἀθηναῖοι μείζονες ὄντες οὐκέτι μὲν ἀμφισβητοῦσι τῶν πρωτείων τῆς Ἑλλάδος, κεῖνται δʼ ἐπʼ ἄλλοις κριθησόμενοι ἐν τῇ τῶν
ἠδικημένων φιλανθρωπίᾳ, καὶ ὁμηρεύοντες ὡς Ἀλέξανδρον ἀπάγονται· ἡμεῖς δέ φησιν ἡ κοινὴ τῆς Ἐλλάδος καταφυγή, πρὸς ἣν ἐβάδιζον αἱ πανταχόθεν πρεσβεῖαι, νῦν κινδυνεύομεν περὶ τοῦ ἐδάφους τῆς πατρίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ ὁ Εὐριπίδης. λέγει
γοῦν καὶ ἡ Ἑκάβη παρʼ αὐτῷ
ἐλεεινοὶ μὲν γάρ εἰσι καὶ οἱ ὁπωσοῦν δυστυχοῦντες, ἐλεεινότεροι δὲ εἶναι δοκοῦσιν οἱ ἐκ λαμπρᾶς 20 εὐδαιμονίας συμφοραῖς μεγάλαις χρώμενοι. ἐπειδὰν δέ τινας τὸν περὶ αὐτῶν κινοῦντες ἔλεον ἀτυχοῦντας ἐπιδεῖξαι θέλωμεν, πάσχοντας αὐτούς κακῶς ἀποδείξομεν
ἀπὸ τριῶν τόπων, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα καὶ κατὰ τὰ ἐκτὸς καλούμενα· καὶ κατὰ μὲν ψυχὴν οὕτως, λύπην περὶ αὐτὸν λέγοντες ἢ παράνοιαν ἢ τι τῶν τούτοις ἐοικότων. ἔστι δὲ καὶ ὁ ἔρως τῶν τῆς ψυχῆς παθῶν ἔλεον οὖν κινήσει τις καὶ περὶ τοῦ ἔρωτος διεξελθὼν εἰ βιασάμενός τις ἧς ἤρα, ἐπὶ ταύτῃ κινδυνεύοι. τὰ δὲ κατὰ σῶμα οὕτω θεασόμεθα, εἰ τέτρωται, εἰ πληγὰς ἢ μάστιγας ἀνεδέξατο περὶ τὸ σῶμα, εἰ δεσμοῖς κέχρηται,
ἤ τινι τοιαύτῃ ταλαιπωρίᾳ. ἐπειδὰν δὲ τῶν τοιούτων ὁτιοῦν προφερόμενος ἐθέλοι τὸν ἔλεον ἐξεργάσασθαι, οὐχ ἀπλῶς δεῖ τὸ στοιχεῖον τοῦ ἐλέου λέγειν, ἀλλʼ ἐπεξιένα σαφῶς καὶ τὰ παρακολουθοῦντα αὐτοῖς, οἷον εἰ λύπη ἢ ἔρως ἢ μανία· τούτων γὰρ ἕκαστον πρᾶγμά ἐστι,
καὶ κινεῖ μὲν ἔλεον καὶ ἀπλῶς λεχθέν, μᾶλλον δὲ κινήσει, ὅταν τὰ παρακολουθοῦντατῷ ἔρωτι ἐπεκδιδάσκωμεν ἢ τῇ μανίᾳ ἢ τῇ λύπῃ ἢ ὁτῳδήποτε τῶν τῆς ψυχῆς παθῶν, οἷον, ἐν τίσι γάρ ἐστιν οὗτος, οὐκ οἶδεν, οὐ γυναῖκα γνωρίζει, οὐ παῖδας τοὺς ἑαυτοῦ, οὐ νόμους,
οὐ τὸ δίκαιον ἐπίσταται. οὐ συνίησιν ἡμέρας, οὐχ ἡλίου φῶς. φεύγει τὰ τοῖς ἄλλοις ἥδιστα δοκοῦντα εἶναι, ποθεῖ δὲ ἃ φεύγουσιν ἄλλοι, ἐρημίᾳ χαίρει καὶ ἐπεμβαίνει πυρί, καὶ τὸν μετὰ θηρίων μᾶλλον ἀσπάζεται βίον. ἔλαβον τὰ παρακολουθοῦντα τῇ μανίᾳ ἁρμοζόντων ἀπάντων
αὐτῶν εἰς τὸν ἔλεον. ὁμοίως καὶ ἐπὶ τοῦ λυπουμένου καὶ ἐπὶ τοῦ ἐρῶντος ἐν μέρει ἐκ τῶν παρακολουθούντων 21 καὶ ἔρωτι καὶ λύπαις λαμβάνοιντʼ ἂν καὶ οἱ περὶ τούτων ἑκάστουλόγοι, ἅμα τε αὐξήσουσι τὸ στοιχεῖον τοῦ ἐλέου καὶ τοὺς δικαστὰς ἐπισπάσονται πρὸς τὸ οἰκεῖον αὐτοῦ.
τὸν αὐτὸν τρόπον καὶ ὅταν τῶν ἀπὸ τοὺ σώματος παθῶν κινήσωμεν τὸν ἔλεον, πηρώσεως ἢ δεσμῶν ἢ ἀπὸ τραύματος, 22 καὶ τὰ τούτοις παρακολουθοῦντα ληψόμεθα.τίνα τοίνυν τῇ πηρώσει παρακολουθεῖ; σκότος πολὺ καὶ τὸ μηδενὶ χαίρειν τοῖς αὐτοῖς τοῖς ἄλλοις δύνασθαι, καὶ
τῶν ἄλλων ἕκαστα. τὰ δὲ ἐκτὸς καλούμενα θεωρεῖται ἐν σπάνει τροφῆς ἢ χρημάτων. καὶ ἀπὸ τούτων οὖν ἔλεον κινήσομεν λόγου χάριν. καὶ ὁ τέως σὺν πᾶσι τρυφῶν καὶ ἑτέρους εὐ ποιῶν ἐνδεής ἐστι καὶ τοῦ πιεῖν καὶ τοῦ φαγεῖν, παρʼ ἄλλων ἐρανίζεται τροφάς. ὁπόταν μέντοι λαμβάνωμεν τὰ παρακολουθοῦντα τοῖς ἐκτὸς καὶ τοῖς κατὰ
σῶμα καὶ τοῖς κατὰ ψυχήν, παραπεφυλαγμένως τοῦτο ποιήσομεν· οὐ γὰρ ταῦτα πάντα ἐροῦμεν κινεῖν τὸν ἔλεον πειρώμενοι τὰ λεχθέντα· ἔλεον οὖν ὁμοίως κινεῖ οἷον ζημία εἰς χρήματα καὶ ἀφαίρεσις οἰκέτου, καὶ τούτων ἕκαστον, ἀλλὰ δουλεία,αίχμαλωσία, θάνατος παιδὸς
ἢ γυναικός, τὰ δὲ ἐξέχειν δοκοῦντα τῶν κακῶν καὶ ἐφʼ οἷς λεχθεῖσιν παρακολουθεῖ τὸ δακρύειν, ταῦτα προοισόμεθα καὶ τὰ παρακολουθοῦντα αὐτοῖς ἐπελευσόμεθα, τίνα παιδοτροφίᾳ παρηκολούθησεν, ἐν τίσι νῦν ἐστιν γάμων χηρείᾳ.
τὸν τῆς Ἀνδρομάχης κινεῖ. ἀλλὰ καὶ ἡ Ἀνδρομάχη τὰ παρακολουθοῦντα τῇ ὀρφανίᾳ περὶ τοῦ παιδὸς λέγουσα τοῦ ἑαυτῆς καὶ αὐτὴ τὸν ἔλεον κινεῖ,
καὶ
καὶ ὥραν ἔχοντι ;τὰ ὑπὸ τῶν νόμων ἀπειρημένα ποιήσει μετʼ ἐξουσίας, ἃ καὶ τούς παθόντας οἱ νόμοι κωλύουσι δημηγορεῖν, ἐπεὶ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἕκαστον ἔλεον κινήσει. ἀλλὰ καὶ ὁ Ἀγαμέμνων ἔλεον ἐκίνησεν ἐπὶ τοῦ Μενελάου τετρωμένου ἔκ τινος τῶν τοῖς
Ἕλλησιν αἰσχύνην φερόντων
ἕτεροί τινες· τίνα τοίνυν ἐρεῖ ὑμῶν αὐτῶν ἕκαστος; οὐ ταῦτα δή, τὴν ὕβριν, τὴν αἰσχύνην τοῦ σώματος, τὰ ὄνειδος ἡμῖν ἀμφοτέροις φέροντα; ἐπὶ ταῦτα οὖν αὐτὸν δώσετε;
,,Θῆβαι δὲ Θῆβαι πόλις ἀστυγείτων μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται ἀλλʼ οὐχ ὁ Δείναρχος, ἀλλʼ ἐπὶ τὸν αὐτὸν ἐλθών τόπον καὶ ἄλλα μὲν εἶπε δεινὰ διʼ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος
εἶπε· ,,περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες. ὡς δὲ τὸ ἀθρόως λέγειν τὰς τινῶν συμφορὰς ὀξὺ ἄκουσμα ὄν ἀλλοτρίως ἔχει πρὸς τὸν ἔλεον, οὕτως ἐπακριβὲς ἐπὶ πάντα ἐπεξιέναι πειρᾶσθαι καὶ καταβάλλει τὸν ἔλεον· τὴν μέσην οὖν βαδίζειν δεῖ, ὡς Ὅμηρος,
μικροπρεπής.
οὗτος τὰς ἐφʼ ἡλικίας στρατείας ἐστρατευμένος ἔστηκε τὰ νῦν σιωπῶν, οὐδὲ ὀδύρασθαι τὰς ἑαυτοῦ συμφορὰς ἐξουσίαν ἔχων. ἐχαρακτήρισε γὰρ αὐτὸν σιωπῶντα παραστήσας δικαστηρίῳ, καὶ ἦθος περιέθηκεν αὐτῷ τὸ τοῦ σιωπῶντος καὶ δεδοικότος λέγειν. ἠθοποιΐαν
δὲ τὴν διὰ λόγων τόνδε τὸν τρόπον ποιήσομεν, οἷον, τίνα δʼ ἔλεγε σφαττόμενός τις, ἢ βιαζομένη παρθένος ἢ ὁτιοῦν τις κινδυνεύων παθεῖν; ὡς ἐπὶ ταύτης τῆς ὑποθέσεως, τοῖς φυγάσι συμφεύγειν τοὺς παῖδας, ἔφευγέ τις, συνέφευγεν αὐτῷ καὶ ἡ γυνὴ κύουσα, τὸ
τεχθὲν παιδίον κατιὸν μετὰ τῆς μητρὸς ἀπέκτεινέ τις, καὶ φόνου κρίνεται. ἐνταῦθα ἔστι διʼ ἠθοποιΐας ἔλεον κινῆσαι περιθέντας λόγους τινὰς τῇ μητρὶ τοῦ παιδός, οὓς εἶπε παραιτουμένη τὴν ἀναίρεσιν αὐτοῦ.
οἷον ὑπὲρ παιδός τις ἀγωνίζεται ἢ μητρὸς ἢ πατρός οὗτος εἰ καὶ λέγοι τούς δικαστὰς ἐν τοῖς αὐτοῦ γενέσθαι πεάθεσιν, ἔλεον κινήσει, οἶς αὐτὸς ἐπεπόνθει, ἐπιστήσας τοὺς ὄντας κυρίους τῆς ψήφου. κεκίνηκε τοῦτον τὸν τόπον καὶ Ὅμηρος ἐν Λύτροις· τὸ γὰρ
τὸ δοκεῖν τι κατʼ αὐτῶν φυλαξόμεθα. χρησόμεθα οὖν τῇ προδιορθώσει καλουμένῃ, οἷον, τὰ μὲν οὖν ἐμοὶ συμβεβηκότα μηδενὶ συμβαίη παθεῖν ὑμῶν, ἀλλʼ οὐδὲ συμβήσεται τῶν θεῶν ὑμῖν εὐμενῶν ὄντων ὅσοις δὲ ὑμῶν θυγατέρες εἰσὶ παρθένοι, νομισάτω τούτων ἕκαστος
ἡρπάσθαι τὴν ἑαυτοῦ καὶ ὑπὸ τοσούτων τὴν βίαν πεπρᾶχθαι, καὶ τὰ ἑξῆς εἰ λέγοι, ἔλεόν τινα κινήσει ἀπὸ τοῦ στοιχείου τοῦ προειρημένου.
ἀμέλει παρὰ τῷ Εὐριπίδῃ ἡ τοῦ Πενθέως μήτηρ Ἀγαυὴ ἀπαλλαγεῖσα τῆς μανίας καὶ γνωρίσασα τὸν παῖδα τὸν ἑαυτῆς διεσπασμένον κατηγορεῖ μὲν αὐτῆς, ἔλεον δὲ κινεῖ. ἐν δικανικῇ δὲ ὑποθέσει οὕτως· πένης μὲν ὑπὸ πλουσίου ἐξῃτημένος, ἀξιῶν δὲ ἤδη τεθνάναι μέλλοντος
τοῦ πλουσίου καὶ διατρίβοντος· οὗτος αὐτοῦ κατηγορῶν τῆς προαιρέσεως καὶ τῆς ἀντιπολιτείας ἔλεον κινήσει. τί γὰρ ἔδει μοι τῆς ἔχθρας τῆς πρὸς τὸν πλούσιον; τί δὲ ἐμαυτὸν παρεξῆγον; διὰ τοὺς νόμους ἐρεῖ τις ἴσως καὶ τὴν δημοκρατίαν καὶ ὑμῶν αὐτῶν ἕκαστον τί οὖν
ὤνησέ με ταῦτα; οἱ νόμοι προδεδώκασιν, ἐγκαταλέλοιπεν ἡ δημοκρατία, ὑμεῖς αὐτοί μἐ καταψηφίσασθε. καὶ πάλιν, γήμας τις καὶ ἐκ τοῦ γάμου δίκας ἔχων καὶ πράγματα αὐτὸς ἑαυτοῦ κατηγορεῖ, καὶ παῖδας ποιησάμενος ἄλλος. καὶ συνελόντι εἰπεῖν πολλαχῶς ὁ τόπος 28 οὗτος μεθοδεύεσθαι πέφυκε.
κρίνοιτο περὶ τῶν ἐν Αἰτωλίᾳ τὰ ἐξ Ἀμβρακίας ὅπλα κομίσας, ἄγοι δὲ αἰχμάλωτα.
οἷον, ὃν ἔδει περιόντα μου καὶ γηροκόμον εἶναι καὶ θεραπευτήν, καὶ ὃν εἰκὸς ἀποθανόντα με περιστεῖλαι, καὶ τῶν νενομισμένων ἀξιῶσαι, οὗτος μὲν οἴχεται καὶ τέθνηκεν. ἐγὼ δὲ αὐτὸν προὐθέμην καὶ τῶν νενομισμένων ἠξίωσα τὸν νέον ὁ τηλικοῦτος, ὁ πατὴρ τὸν υἱόν.
τοῦ τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην, καὶ ἀπὸ τούτων οἶκτον κεκίνηκε. δύναται δὲ καὶ ἐν δίκῃ πατὴρ υἱοῦ τεθνεῶτος ἀπʼ εἰκόνος
ἔλεον αὐτοῦ κινεῖν, χλαμύδος διαβολάς. καὶ ἡ Ἠλέκτρα ἐν τῷ Ὀρέστῃ θεασαμένη τὴν ὑδρίαν ἐν ᾗ πλαστῶς κεκομισμένα ὀστέα αὐτοῦ, διαλέγεται μὲν πρὸς αὐτήν, κινεῖ δὲ ἔλεον· φησὶ γοῦν
καὶ αὐτὸν ἔλεον κινεῖν δυνάμενον· φησὶ γὰρ
ἔθαψά σε φησὶν οὐδὲ περιέστειλα.
καὶ καραδοκεῖ περὶ αὐτοῦ τὸ μέλλον καὶ ὅσον οὐδέπω ἥξειν οἴεται, καὶ ἕξειν δημηγόρον, στρατηγόν, ὁ δὲ πόρρω τῆς ἑαυτοῦ τέθνηκε. καὶ οἱ πρὸς τὰ παιδία τῶν τεθνεώτων γονέων λόγοι γινόμενοι κινοῦσιν ἔλεον, ἵνα τῶν μέν τις τὴν ὀρφανίαν ὀδύρηται καὶ τὰς ταύτῃ
παρακολουθούσας συμφορὰς καὶ τὸ ἀναίσθητον αὐτῶν ἐν οἷς δυστυχοῦσιν· τῶν γονέων δὲ τό τε γῆρας καὶ τὴν ἐρημίαν καὶ τὰ ταύτῃ παρακολουθοῦντα· γυναικὸς πάλιν δὲ χηρείαν, καὶ ὅσα ταύτῃ παρακολουθεῖν πέφυκε. καὶ ἀπʼ αὐτοῦ δέ τις τοῦ τεθνεῶτος ἔλεον κινεῖν δύναται,
ἐὰν μὲν ᾖ διὰ φαρμάκων ἀνῃρημένος, καὶ τὰ παρακολουθήσαντα τῇ φαρμακίᾳ διεξιὼν τὰς ὀδύνας, ταλαιπωρίας, τὸ μῆκος τῆς νόσου, τὸ σῶμα λυμανθὲν τοῦ ἀνθρώπου ὑπὸ τῶν φαρμάκων ἐὰν δὲ βιαίως, τὰ ἐπόντα τραύματα, τὸν τρόπον τῆς ἀναιρέσεως. τοῦτον τὸν
τόπον κεκίνηκεν Εὐριπίδης οἶκτον ἐπὶ τῷ Πενθεῖ κινῆσαι βουλόμενος. ἕκαστον γὰρ αὐτοῦ τῶν μελῶν ἡ μήτηρ ἐν ταῖς χερσὶ κρατοῦσα καθʼ ἕκαστον αὐτῶν οἰπτίζεται. ἀπὸ τούτου τοῦ τόπου καὶ Ξενορῶν τὴν Πάνθειαν ἄριστα συνεπέδειξεν οἶκτόν τινα καὶ ἔλεον περιτιθεὶς τῷ πάθει. πρῶτον μὲν γὰρ ἠθοποίησε τὸ σχῆμα
τῆς γυναικός, ἱσταμένης ἐπὶ πένθει καὶ δακρυούσης, ἔπειτα τὸν Ἀβραδάτην παρακείμενον διηγήσατο, καὶ πῶς δεξαμένη τὴν χεῖρα ἀποκοπεῖσαν κατεφίλησε. καὶ 32 Ἑκάβη τὸν Ἀστυάνακτα τοῦτον πενθοῦσα τὸν τρόπον, κεφαλῆς τε αὐτοῦ ψαύουσα καὶ χειρῶν καὶ τοῦ λοιποῦ
σώματος.
πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα
γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος τὸν Αἴγισθον.
χαρᾶς οὔσης κινεῖ τὸν ἔλεον· γελῶσι δέ, φησίν, οἱ ἐχθροί, καὶ μαίνεται ἡ μήτηρ ὑπὸ τῆς ἡδονῆς. καὶ ὁ Δημοσθένης κεκίνηκε τοῦτον τὸν ἔλεον· ὁποῖον γάρ ἐστιν ἐχθρὸν ἰδεῖν ἐπʼ αὐτῷ ἡδόμενον καὶ χαίροντα τῇ καταδίκῃ
τινός;
ἐν τῇ ἀπολογίᾳ ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ ἐλεεινούς αὐτούς εἰπών αὐτῷ προσφαίνεσθαι. ὑπάρχει δὲ ἐν τοῖς ἀληθινοῖς ἀγῶσι καὶ περὶ μητρός τι λέγειν τοῦ κρινομένου καὶ περὶ πατρὸς καὶ τῶν ἄλλων τῶν παρόντων ὑπογράφοντας ἐναργῶς τὰ περὶ αὐτοὺς
ὄντα πάθη λόγῳ, πῶς τέ εἰσιν ἱστάμενοι, καὶ πῶς δεδοίκασι, καὶ πῶς ὁ φόβος αὐτοὺς ἐξίστησι.
εἰς τὴν αἰχμαλωσίαν Θηβαίων πεπραγμένα διεξιών, τούς μετὰ βίας ἀγομένους ἀπὸ ἱερῶν,ἀπὸ ἀναθημάτων, ἐγκολπιζομένους τὴν γῆν τὴν πατρῴαν ἐναργῶς ὑπὸ τὴν ὄψιν ἄγων τοῖς ἀκούουσι· καὶ ἐπʼ Ὀλυνθίων ἢ Φωκέων ἤ τινων ἄλλων ἔχοι τις ἄν λέγειν. καὶ ἐκ τῆς διαθέσεως
τῶν ἀτυχούντων ἔλεόν ἐστι κινεῖν, ὡς Εὐριπίδης τὴν Κλυταιμνήστραν ἔλεον εἰσάγει κινοῦσαν αὐτὴν μετὰ τὸν τῆς Ἰφιγενείας θάνατον,
τίνα με ψυχὴν ἔχειν δοκεῖτε τηνικαῦτα; λέγει παράνομα, σιωπῶ· καταλύει τοὺς νόμους, οὐ φθέγξομαι. ἐκ τούτων ἔλεον κινήσει καὶ τῶν ἄλλων ἐπιών ἕκαστον τῶν τούτοις ὁμοίων.
ἐρημίας οὖν οἶκτον κινήσει· ὁ μὲν ἀγών ἐστί μοι τηλικοῦτος, κινδυνεύω περὶ ψυχῆς καὶ τοῦ σώματος, καὶ μόνος ἐν ὑμῖν ἀγωνίζομαι, οὐ συγγενεῖς ἔχων, οὐχ ἡλικιώτας, ἐπʼ ἀλλοτρίας ἀγνὼς καὶ ἐν ἀγνῶσι καὶ ἐπὶ τῆς αὐτοῦ δέ τις ἀγωνιζόμενος ὀδύροιτʼ ἄν τὴν ἐρημίαν τὴν
οὖσαν αὐτῷ πένης ὢν ἢ κατεστασιασμένος οἰκείους οὐκ ἔχων, ἢ ἔχων μὲν ὑπʼ αὐτῶν δὲ προδεδομένος.
ἀνῃρῆσθαι, ἢ τίνα πάλιν τρωθεὶς μέν τις, μέλλων δὲ τελευτᾶν, ἢ καὶ νὴ· Δία τίνα ἀριστεύς ἐνετείλατο τῇ γυναικί, οὐκ ἀξιῶν αὐτὴν γήμασθαι ἐντὸς πενταετίας, ἢ ἀποθνήσκων πατὴρ ἐγχειρίζων παῖδας ἐπιτρόποις, καὶ παρακαταθήκην διδούς, ἢ μέλλων ἀποδημεῖν, ἢ ἀγόμενος
παρὰ τύραννον. ἔστι δὲ ἐντελλομένους ποιεῖν καὶ τοὺς κρινομένους· ἐπισκήπτω δὲ ὑμῖν, εἰ καταψηφιεῖσθέ μου ὡς προδεδωκότος μετὰ τρεῖς ἀριστείας τὴν πόλιν, 36 ἀνελεῖν μου τὰς εἰκόνας, ἐξαλεῖψαί μου τὸ ὄνομα, καθελεῖν τὰ τρόπαια, τὰ ὑπομνήματα τῶν ἀριστειῶν. κέχρηται
τῷ τῆς ἐντολῆς τόπῳ καὶ ὁ Σωκράτης· μέλλων γὰρ πιεῖσθαι τὸ κώνιον ἐντέλλεται τοῖς ἐπιτηδείοιςαὑτοῦ μήτε κλαῦσαι μήτε ὀδύρασθαι, καὶ ἁ ποιοῦντες περὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν γυναῖκα χαρίζοιντʼ ἂν αὐτῷ. δεῖ δὲ τὰς ἐντολὰς εὔγνωμόν τι ἔχειν καὶ εὐσεβές, ὁποία ἐστὶν 37 ἡ Σωκράτους καὶ τῶν δέκα στρατηγῶν ἀπολογία.
Περὶ πάθους.
τὸ γὰρ καλλωπίζειν οὐ τοῦ θρηνοῦντος, τὴν δὲ σύνθεσιν μᾶλλον ἄνετον, τὰ δὲ σχήματα γοργότερα καὶ ἀκμαιότερα. καὶ ταῦτα μὲν ἀμυδρότερα, ἴδωμεν δὲ καὶ καθʼ ἕκαστα.
πρότερα, οἷον πρότερον μὲν ἐν ᾦ ἦν ἡ τύχη καὶ ὅτι λαμπροτέρα, νῦν δὲ οἵοις πέπτωκεν, ὡς παῤ Εὐριπίδῃ,
εἰ λέγοις ἐν ἐκείνῳ τῷ ζητήματι· οἱ Ἀθηναῖοι πρεσβεύονται ἐπὶ τῶν τριάκοντα πρὸς Λακεδαιμονίους ἀξιοῦντες ὑφʼ ἑνὸς τυραννεῖσθαι εἰ οὖν λέγοις, οὐδὲν τοσοῦτον ἡ λοιμώδης νόσος, οὐχ ἡ Σικελία ἤνεγκε ταῖς Ἀθήναις πάθος, 38 ὅσον οἱ τριάκοντα. ἐκεῖνα μὲν γὰρ εἴς γε μοῖράν τινα
τῆς δυνάμεως ἐλυμήναντο, οἱ δὲ διὰ πάντων διήκουσι.
καὶ ἀπὸ τοῦ ἐναντίου· οὐ μόνον τίς ὢν πέπονθεν, ἀλλὰ καὶ ὑπὸ τίνος, ὡς ἐν τῷ περὶ Στράτωνος λόγῳ Δημοσθένης· ,,καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου.”
τί χρὴ δρᾶσαι; πότερον μεθεῖναι ἀμνημόνευτα; ἀλλʼ ἀλυσιτελὲς τοῦτό γε·ἀλλὰδιεξελθεῖν δεῖ; ἀλλ᾿ οὐ ῥᾴδιον ἀδακρυτὶ τοῦτο δρᾶν.
ποιεῖ καὶ τὰ ἀνακλητικά· ,,θέαμα δεινόν, ὦ γῆ καὶ θεοί.“ πάθος ποιοῦσι καὶ οἱ διπλασιασμοί, Θῆβαι δὲ Θῆβαι.
κατὰ τὸ ἀσύνδετον εἰσάξεις· ,,οἰκίαικατεσκαμμέναι, τείχη περιῃρημένα ἐὰν δὲ βουληθῇς ἔτι μᾶλλον αὐξῆσαι, τοῖς δικαστικοῖς σχήμασι χρήσῃ· οὐ τοίνυν τοῦτο ἀπέχρησε μόνον, ἀλλʼ ἐκεῖνο τούτου οἰκτρότερον συνέβη.
ἀλλὰ καὶ ἐφʼ οἷς δέος ἐστὶ μὴ πάθωμεν, ὡς ἐν τῇ Πλαταιέων δημηγορίᾳ· τὰ γὰρ συμβησόμενα ἐν πάθει εἰσάγει· μηδὲ τὴν Πλαταιΐδα Θηβαΐδα ποιήσητε, μηδὲ ἱερὰ καὶ τάφους προπατόρων ἀτιμωρήτους, καὶ ὅσα ἄλλα παθαινόμενος λέγει.
καὶ τὸ πάθος δὲ ἀναγκαῖόν ἐστι λεχθῆναι. δεῖ δὲ τὸ πάθος ἐν τῷ πολιτικῷ μέτρον ἔχειν, ἵνα μὴ εἰς τραγῳδίαν ἐμπέσῃ, πλὴν εἰ μὴ ἡ ὑπόθεσις τραγικὴ εἴη.
Ars rhetorica. Valerius Apsines. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.