ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΕΦΑΛΛΙΩΝ ΚΑΤΑΣΚΕΥΗΣ.
αὐτὰ τὰ κεφάλαια τὰ κυριώτατα τῶν κεφαλαίων, ἐκ ποίων τόπων σύγκειται καὶ κατὰ ποίας κατασκευὰς συνίσταται. καὶ πρῶτόν γε περὶ τῶν τελικῶν εἴπωμεν. ἔστι δὲ ταῦτα, νόμιμον, δίκαιον, συμφέρον, ἔνδοξον, δυνατόν, εἰ βούλει σαφὲς πρὸς τούτοις. καὶ πρῶτόν γε
περὶ τοῦ νομίμου.
Περὶ νομίμου.
ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων.“ ἀπὸ δὲ προσώπου, „τίς ὁ γράψας; οὐ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν παῤ ὑμῖν εὐδοκιμούντων.“ „καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα ἐν ἀγορᾷ στήσετε.“ ἀπὸ διανοίας δὲ τοῦ γράψαντος, 2 ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. συνιστὰς γὰρ τὸν
νόμον ὡς καλῶς ἔχοντα τὸν κελεύοντα ἀστεφάνωτον εἶναι δεῖν τὴν βουλὴν εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τὴν αἰτίαν ἐξήτασε δἰ ἣν γέγραπται ὁ νόμος, „ἄξιον τοίνυν ἰδεῖν τί δή ποτε ἐὰν τἆλλα ἡ βουλὴ δοκῇ καλῶς βουλεῦσαι, καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ
ποιήσηται, οὐκ ἔξεστι λαβεῖν τὴν δωρεάν. εὑρήσετε γὰρ τοῦτο ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον. καὶ πάλιν περὶ τοῦ τῆς ἑταιρήσεως νόμου λέγων, ,,ἄξιον τοίνυν καὶ τὸν θέντα τὸν νόμον ἐξετάσαι Σόλωνα, ὅσην πρόνοιαν ἐποιήσατο τῆς πολιτείας ἐν ἅποσιν οἷς ἐτίθει νόμοις.“
καὶ πάλιν προϊών που λέγει· „ᾔδει γάρ, ᾔδει τοῖς αἰσχρῶς βεβιωκόσιν.“ ἢ ἐξ αὐτοῦ τοῦ πράγματος, ὃ διαγορεύει ὁ νόμος, ὅτι περὶ μεγάλων ἢ τῶν πρὸς θεοὺς ἢ τῶν πρὸς ἀνθρώπους, καὶ ὅτι ἄνευ τούτων οἰκεῖν οὐκ ἔνι, ὡς παρὰ Δημοσθένει· „ὀρθῶς καὶ καλῶς ἔχων ὁ
νόμος ὡς τὸ πρᾶγμα αὐτὸ μαρτυρεῖ, ὅπου γὰρ ἐπόντος τοῦ φόβου τούτου φαίνονταί τινες οὐδὲν ἧττον ὑβρισταί. ἢ ἐκ κοινῆς κρίσεως, ὡς ἐν τῷ κατὰ Μειδίου „τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησι μόνον εὐδοκιμοῦντα νόμον, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις.“
κατ᾿ ἀντιπαράστασιν κεφαλαίων. εἰ δὲ καὶ ξενικῷ νόμῳ χρῷο, προσυστήσας τὸ πρόσωπον εἰσάξεις, ὡς Δημοσθένης ἐν τῷ Λοκρικῷ νόμῳ.
ἔχει δὲ ὕλην καὶ τὰς κατασκευὰς ἐκ τῶν γεγονότων καὶ παραδεδομένων· λαμβάνεται δὲ διχῶς ἢ ἐξ ἰδιότητος τοῦ ὑποκειμένου προσώπου ἢ ἐκ κοινότητος, ὡς ἐπʼ ἐκείνου· βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάψαι τοὺς δέκα στρατηγούς· ἀπὸ κοινότητος μέν, ὅτι κοινῇ
πᾶσιν ἀνθρώποις καθέστηκε θάπτειν τοὺς οἰχομένους συνήθεια· ἐξ ἰδιότητος δὲ τοῦ ὑποκειμένου προσώπου, ὅτι Ἀθηναίοις καὶ τοὺς ἀλλοτρίους νεκροὺς θάπτειν ἔθος, οἷα τὰ περὶ Ἀργείους ἔπραξαν, πολύ γε δήπου πρότερον τοὺς οἰκείους προσήκει. οὐκοῦν καὶ ἀπὸ τῶν
ἐναντίων αἱ ἀνατροπαί, ἢ ὅτι ἄλλοις ἢ ὅτι ἡμῖν οὐκ ἔθος, τὰ δόγματα καὶ ἀντὶ νόμων ἰσχύει. καὶ σχεδὸν ἀπὸ τῶν αὐτῶν ἐννοιῶν κατασκευάζεται, ὅτι ὀρθῶς ἔχει ἀπὸ τῶν βουλευσαμένων, εἰ ἔνδοξον εἴη πρόσωπον τὸ ὑποκείμενον, καὶ οὐχ οἷον πρὸς ἀπάτην τι δοκεῖν βουλεύεσθαι, εἰ
δὲ καὶ αὐτὸ τὸ δόγμα συντρέχον καὶ τοῖς νόμοις τοῖς προγονικοῖς φαίνοιτο· ἀπὸ τοῦ ἐλλείποντος, εἰ οὐδ᾿ ἀντείποι τις τῶν νῦν ἀντιλεγόντων· ἀπὸ ἐνδόξου κρίσεως, ὅτι καὶ οἱ νόμοι φυλάττειν κύριά φησι κελεύουσι τὰ τοῦ δήμου δόγματα. ἐκ διαφορᾶς· ταύύτῃ διενήνοχεν
ἡ δημοκρατία τυραννίδος, ὅτι ἡ μὲν ἄκυρον ποιεῖ τὸν δῆμον, ἡ δὲ κύριον. ἐκ τοῦ ἐλάττονος· εἰ καὶ τὰς ἰδίας ὁμολογίας φυλάττειν ἔννομον, πολὺ δήπου τὰς τοῦ δήμου.
Περὶ δικαίου. 11
ὅτι ἐχθροί, ὅτι προϋπῆρξαν, ὅτι ἀλλόφυλοι. ἀπὸ δὲ πράγματος, ὅτι ἴσον, ὅτι πρὸς τὴν ἀξίαν, ὅτι καὶ πᾶσι τοῖς τὰ δίκαια φρονήσασιν οὕτως ἔδοξεν.
Περὶ συμφέροντος.
ἐκβήσεται πεισθεῖσι. τέλειαι δὲ ἀποδείξεις συμφέροντος, ὅταν ἐπʼ ἄμφω ἀποδείξῃς, τί μὲν ἔσται πεισθεῖσι, τί δὲ εἰ μὴ ὑπακούσαιεν, ὡς παρὰ Δημοσθένει ἐν Ὀλυνθιακοῖς. ἀλλὰ ἡλίκα γ᾿ ἐστὶ τὰ διάφορα ὑμᾶς ἐκεῖ πολεμεῖν ἢ παῤ ὑμῖν ἐκεῖνον, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι· ἔτι
τελεία ἐστὶν ἐξέτασις συμφέροντος, ὅταν δείξωμεν, ὅτι καὶ ἡμεῖς ὠφεληθησόμεθα καὶ τοὺς ἐχθροὺς βλάψομεν. ἔτι καὶ ἀπὸ τοῦ χρόνου, ὅτι οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν πάντα χρόνον ἐκ τούτων ἄμεινον οἰκήσομεν. ἐκ παραδείγματος, ὅτι καὶ πρότερον πράξασι
ταῦτα συνήνεγκε. καὶ ἀπὸ τοῦ ἐναντίου, ὅτι ἐλλειφθέντα ἔβλαψεν.
Περὶ δυνατοῦ.
5κατασκευάζεται δὲ καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο. τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ.
11 Περὶ ἐν δόξου.
τῷ νομίμῳ λέλεκται, μαρτυρίαι καὶ μάρτυς, ὅτι ἀληθής, συνίσταται ἐκ ποιότητος προσώπου, τίς ὁ μεάρτυς, ὅτι καλὸς καὶ ἀγαθός· ἐκ τῶν προγεγονότων, εἰ καὶ ἤδη τινὰ μαρτυρίαν ἀληθῆ μεμαρτυρηκὼς φαίνεται· ἐκ διανοίας, ὅτι οὐ πρὸς ἔχθραν οὐδὲ πρὸς χάριν οὐδὲ πρὸς
λῆμμά τι· ἐκ τοῦ πράγματος, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον ἐκ τῶν ἄλλων εἰκότων συνίσταται ἀληθὲς ὄν.
Ars rhetorica. Valerius Apsines. ed. Leonhard von Spengel. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.