Στίχοι Γρηγορίου τοῦ θεολόγου εἰς τὸ σωτήριον πάθος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν μαθητὴν Ἰούδαν, πῶς φιλήματι δολίῳ παρέδωκε τὸν κύριον.
Ἐπείδ’ ἀκούσας εὐσεβῶς ποιημάτων
1
ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις,
πρόφρων ἄκουε· νῦν τε κατ’ Εὐριπίδην
1
τὸ κοσμοσωτήριον ἐξερῶ πάθος,
ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων,
5
ὡς ἐκ στόματος μητροπαρθένου κόρης
μύστου πεφιλμένου τε τῷ Διδασκάλῳ.
Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος
μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους
πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ’ ἄκρης
10
στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν
τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι
καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως·
εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ,
οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον·
15
κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ,
μηδ’ ἡ φθορά τ’ εἰσῆλθε θηρὸς ἀπάτῃ,
καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει,
ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ,
οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον
20
τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,
ἀφθαρτίσοντα τὸ φθαρὲν φιλαγάθως
καὶ ζωοποιήσοντα τὸ βροτῶν γένος·
2
3
μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου
ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου
25
καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως
θρηνοῦσ’ ἀνηλάλαζε τετρυχωμένη.
Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·
μήτηρ πάναγνος, παρθένος μύστης, κόραι
αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.
30
Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse). Gregory of Nazianzus. ed. Johann Georg Brambs. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.