διαμιλλώμενος, ἵνα μὴ τὴν συμμετρίαν ἐκβαίων D649 τῶν λόγων.
πρὸς τὸ δοκοῦν αὐτῷ τὸν νοῦν ἐβιάσατο μεταπλάσαι τοῦ ἀποστόλου, ἀνίατόν τι παθὼν λίαν καὶ παικικόν.
μέλη.
ὁ ἀπὸ τῆς κτίσεως αὐτῶν ἄγρι τῆς ἐντολῆς χρόνος, ἐν ᾧ διέζησαν χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος. εὐθέως γοῦν μετὰ τὴν ἐντολὴν ἐξεβλήθησαν βραχύτατον ἐννεάσαντες ἐν τῷ παραδείσῳ χρόνον.
πνεῦμα τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ D650 πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ γόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· <οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται>. ὑμεῖς δὲ ἐν σαρκί, ἀλλὰ ἐν πωεύματι«, λεκτέον αὐτῷ·
6 ἀπόστολος ἦν ἐκ τοῦ βίου καὶ οἷς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἕτι ἐν σαρκὶ ἦν;
τεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν« ὡς οὐκ ὥν οὔτε αὐτὸς ἔτι ἐν σαρκὶ οὔτε οἷς ταῦτα ἐπέστελλεν, λέγει;
ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σᾠζεσθαι τὸ σύνολον· γέγραπται γάρ »ψυχικὸς δὲ ἄνθρωπος οὐ δίχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ·
τοῦτο δὴ ψυχὴ μὲν απόλυται, <τὰ> ἄλλα δὲ παρὰ τὴν ψυχὴν οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ ἐν σαρξὶν ὑπάρχοντας απόλλυσθαι λέγων καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.
ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνᾐσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν P 577 καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.