ὡς τὰ ἐπιφερόμενα συνίστησιν »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«·
πρόσθεν εἰπὼν τό »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ‘. θαῦμα μὲν οὖν τοῖς πολλοῖς ταῦτα λεγόντων αὐτῶν τότε ὑπεδύετο καὶ κατάπληξις, νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτατον ἤδη τῆς ἀληθείας οὐ μόνον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαίνοντες βλασφημίας·
βεβιωκέναι ἀλήπτους τε εἶναι καθ' ἑαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ διανοηθέντες πάλιν ἀνέρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον· τὰ γὰρ δὴ σώματα κατασκευάζουσιν αὐταῖς ὕστερον ἐπὶ τιμωρίᾳ <δοθῆναι>, διὰ 1 2 πρὸ σώματος αὐτὰς ἡμαρτηκέναι. καὶ δὴ καὶ λοιδορήσεις τε ἀπῆλθον αὐτοὶς, δεσμοῖς ἀπεικάζουσι καὶ πέδαις τὸ σῶμα, ἄλλα τε ἀνόητα εἰπεῖν *.
τῇ ἁμαρτίᾳ, οὐκ ὄν ἥμαρτεν ὅλως πρὸ τοῦ σώματος.
εἰ μὲν οὖν ἵνα βασανίζηται καὶ ἀλγῇ, πῶς μᾶλλον ἐντρυφᾷ καὶ ἀκολασταίνει μετὰ τοῦ σώματος;
ὡς μέλλουσα προσδοκᾶσθαι ἔτι δύναται, καθ' ἥν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ Τε τὸ γεννηθῆναι με) καὶ εἰς σῶμα ἐλθεῖν τὴν P576 ψυχὴν κριθῆναι ἔστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν ἐλθεῖν, διὰ τὸ πρὸ σώματος
αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εῖς τὸ σῶμα ἐμβιβάζεσθαι καθ' ὑμᾶς;
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.