τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, »προσῆλθον δὲ αὐτῷ« εἰπών »καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν —
ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῳς καὶ ὀρθῶς φρονοῦσι. νυνὶ δὲ ἀποκρούεται λέγων »ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν«, οὐ τῷ σάρκα μὴ ἔχειν,
οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ.
εἶναι ἄγγελοι.
δὲ μὴ ἔστι χρυσός, ἀλλὰ <ἐγγὺς> τοῦ εἰναι χρυσὸς καὶ φαντάζεσθαι χρυσόν, οὑ χρυσὸς ἀλλ’ ὡς χρυσὸς λέγεται.
Χριστὸς ἀπερήνατο τοὺς ἁγίους ὀξθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτα μὴ μὴ ἀνίστασθαι, καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος.
τὴν πεπτωκυῖαν«. ἕπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς »γῆν χώματος«. οὐ γὰρ τὸ μὴ θνῇσκον, ἀλλὰ τὸ θνῇσκον κλίνεται.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.