(τινὲς δὲ τοῦτον τὸν Ἀμβρόσιον ἔφασαν οἱ μὲν Μαρκιωνιστήν, οἱ δὲ Σαβελλιανόν) κατήχησε γοῦν τὸν αὐτὸν ἀπὸ τῆς αἱρέσεως ἐκκλῖναι καὶ ἀναθεματίσαι καὶ τὴν πίστιν ἀναδέξασθαι τῆς ἀγίας θεοῦ ἐκκλησίας· ἦν γὰρ τότε ὁ αὐτὸς Ὠριγένης τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως.
ἑρμηνεὺς γενέσθαι [καὶ] ἐξηγήσασθαι ἐπετήδευσε καὶ ἐν τῇ Τύρῳ τῆς Φοινίκης, ὡς λόγος ἔχει, εἴκοσι ὀκτὼ ἔτη *,
δευτέρᾳ σελίδι χρώμενος κατὰ σύνθεσιν Ἑβραϊκῆς μὲν τῆς λέξεως, δἰ Ἑλληνικῶν δὲ [τῶν] γραμμάτων ἑτέραν πάλιν πεποίηκε σύνθεσιν· ὡς εἶναι μὲν ταῦτα καὶ καλεῖσθαι Ἑξαπλᾶ, ἐπὶ <δὲ>
ὥστε εἶναι τὴν πᾶσαν παλαιὰν διαθήκην δἰ Ἑξαπλῶν καλουμένων καὶ διὰ τῶν δύο τῶν Ἑβραϊκῶν ῥημάτων.
εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα, ἐξ οὗπερ οἱ Ὠριγενιασταὶ καλούμενοι, οὐχ
Ὠριγένηνα λεγόμενον. φαςὶ δὲ καὶ τοῦτον τὸν Ὠριγένην ἐπινενοηκέναι <τι> ἑαυτῷ κατὰ τὸ σωμάτιον, οἱ μὲν <γὰρ> λέγουσιν αὐτὸν νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ ὀχλεῖσθαι μηδὲ ὲν ταῖς κινήσεσι ταῖς σωματικαῖς φλέγηεσθαί τε καὶ πυρπολεῖσθαι.
ἕτεροι δὲ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρειν τολμῶσιν, ὡς ὅτι καὶ βοτάνην τινὰ ηὗρεν ἰατρικὴν μνήμης ἕνεκα.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.