ἐπενόησαν οἱ τῆς κακίας ἐργάται αἰσχρότητα τῷ ἀνδρὶ ἐμποιῆσαι Ö 230 καὶ τιμωρίαν τοιαύτην ὁρίσαι, εἰς παράχρησιν δὴ τοῦ αὐτοῦ σώματος Αἰιθίοπα αὐτῷ παρασκευάσαντες.
οὐ μὴν δὲ ἑκουσίᾳ γνώμῃ τοῦτο ἐπετέλεσεν, ὡε πολὺς ᾂδεται λόγος· ἀλλ᾿ ἐπειδὴ ὅλως καθωμολόγησε τοῦτο πρᾶξαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκαν.
τῆς ἐκκλησίας εἰπεῖν καὶ πολλὰ καταναγκασάντων τῶν τὸ τηνικαῦτα ἐν Ἱεροσολύοις τὴν ἱερωσύνην τῆς ἁγίας ἐκκλησίας διεπόντων, ἀναστὰς ἐπὶ πόδας τὸ ῥητὸν μόνον τὸν τοῦ ψαλμοῦ τοῦ τεσσαρακοστοῦ ἐνάτου ἐπειπών, τὴν πᾶσαν διαστολὴν παρελθών, ὡς λέγει ὁ ψαλμός,
καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου«; πτύξας τὸ βιβλίο ἐπέδωκε καὶ ἐκάθισε μετὰ κλαθμοῦ καὶ δακρύων, τῶν πάντων ὁμοῦ σὺν αὐτῷ κλαιόντων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.