ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ᾿ οὖν Ἠλξαῒ καὶ τοὺς ἀπ᾿ αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι· πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται.
ἐπὶ τὰς ἑξῆς ἔωμεν. ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας. Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί·
μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα. ἐκείνη γὰρ ἀμβλυωπήσασα χρόνῳ ἀναβλέπει ö120 διὰ ἡλιακῆς στροφάλιγγος· ἐν φωλεῷ <γὰρ> πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν <τε> κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν· αὕτη δὲ φημι ἡ αἵρεσις ἐν ἅπασιν <τὴν> ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ
μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.