αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλεσαίων καλουμένων, αἵρεσίς 1 2 3 τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς ἁλυκῆς ἤτοι νεκρᾶς καλουμένης θαλάσσης, ἔν <τε> τῇ Μωαβίτιδι χώρᾳ περὶ τὸν χειμάρρουν Ἀρνὼν καὶ ἐπέκεινα ἐν τῇ Ἰτουραίᾳ καὶ Ναβατίτιδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτων δεδήλωται.
τὸν Ἠλξαῖον αὐτῶν εἶναι D508 διδάσκαλον, ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας, προσκυνουμένας ὡς θεὰς δῆθεν διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου.
οὔτε Χριστιανοὶ Ö 118 ὑπάρχοντες οὔτε Ἰουδαῖοι οὔτε Ἕλληνες, ἀλλὰ μέσον ὁπλῶς ὑπάρχοντες οὐδέν εἰσι. φασὶ δὲ καὶ ἄλλο βιβίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαΐ.
δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαΐ. καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἠκηκόειν ὅτι τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη, ἔμεινε δὲ καὶ ἔτι νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν.
τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις. πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν.
φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου.
ὑπάρχουσαν, ἐνενήκοντα ἓξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχονν, τόν τε Χριστὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ πλάτος εἰκοσιτεσσάρων, καὶ πολλὰ ληρώδη ἕτερα *.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.