πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς καῖ τὸν χαρακτῆρα τῆς ἁγίας ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης ἔφη, ὡς τολμηρῶς τὰ ἐκ θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περὶ τῶν κωλυόντων γαμεῖν καὶ ἀπέχεσθαι βρωμάτων.
συγγνωμονῶν τῇ τῶν ἀνθρώπων πλάσει καὶ ἀσθενείᾳ χαίρει μὲν ἐπὶ τοῖς τὰ δοκίμια τῆς θεοσεβείας δυναμένοις D 436 ἐνδείκυνσθαι καὶ παρθενίαν ἀσκεῖν αἱρουμένοις καὶ ἁγνείαν καὶ ἐγκράτειαν, τὴν δὲ μονογαμίαν τιμᾷ·
τῷ κόσμῳ προδιετύπου, ὡς καὶ οἱ αὐτοῦ ἀπόστολοι τὸν ἐκκλησιαστικὸν κανόνα τῆς ἱερωσύνης εὐτάκτως καὶ ὁσίως διετάξαντο.
κατὰ τὸ εἰρημένον »κωλυόντων γαμεῖν«· ἐκβάλλουσι γὰρ τὸν δευτέρῳ γάμῳ συναφθέντα καὶ ἀναγκάζουσι μὴ δευτέρῳ γάμῳ συνάπτεσθαι.
ἐλέγχων τοὺς τοιούτους * μὴ ὄντας τοῦ αὐτοῦ χαρίσματος ὅτι »νεωτέρας χήρας παραιτοῦ·
εἰ δὲ κρίμα ἔμελλον ἔχειν, πῶς ἔλεγε »γαμείτωσαν, οἰκοδεσποτείτωσαν;«
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.