πρῶτον μὲν οὖν ἀνερχομένου τοῦ σωτῆρος εἰς τὸν οὐρανὸν 1 2 3 οἱ ἰδόντες τοὺς δύο τοὺς ἐν ἐσθήσεσι λευκαῖς οὐκ ἐν παραπληθίᾳ ὁρῶσιν, ἀλλὰ ἤκουον ἐρρωμένῃ τῇ διανοίᾳ ὅτι »ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται« καὶ τὰ ἑξῆς.
καὶ Πέτρος, ὡς ἔφην, ὁρῶν καὶ ἀκούων καὶ ἀποκρινόμενος καὶ λέγων »μηδαμῶς, κύριε«, εὐσταθῶν ἦν τῇ διανοίᾳ.
ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται καὶ κατήγγελλον λιμὸν ἔσεσθαι καθ᾿ ὅλης τῆς οἰκουμένης. καὶ οὐ διέπεσεν ὁ τούτων D 435 λόγος· ἀλλ᾿ ἵνα δείξῃ αὐτοὺς ἀληθεῖς προφήτας, ἡ γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα »ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος«.
ῥητῶς λέγει, ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί« καὶ τὰ ἑξῆς,
<τοῦτο> ἐφ᾿ ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται, ἐξ αὐτῶν τῶν προκειμένων <δῆλον>· αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τὸ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος καὶ βραβείων καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ ταῦτα <τὰ> ὑπὸ τοῦ κυρίου γεγενημένα
ἡγούμενοι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.