κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ᾿ αὐτοῦ Τατιανῶν καλουμένων.
ἔλεγεν ὅτι ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὃν δὴ καὶ λῃσταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον.
Ἀδὰμ τὸν πατέρα <ἡμῶν> ἐν ζῶσι πεπιστεύκαμεν· δι᾿ ὃν καὶ τοὺς ἀπ᾿ αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθεν, τοῖς μὲν πάλαι αὐτὸν γινώσκουσι καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος ἕνεκεν δὲ σφαλμάτων ἐν Ἅιδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι, τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν Ἁιδῃ δι᾿ ἐλέους καὶ σωτηρίας.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.