1. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς, οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου ἀποστόλου συνιστώμενος, ἀλλ’ ἕτερος ἐξ οὗπερ Ἀπελληϊανοί, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λουκιανοῦ καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος, ὡς ἐκ μιᾶς ῥίζης πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες.
ἀλλὰ πεπλάνηται Μαρκίων, ἵνα πανταχόθεν ἑαυτῆν ἐλέγχουςά τε ἡ ἄνοια καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται καὶ καθ’ ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθίας ἀεὶ ἑδραίας οὔσης καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης καὶ παρὰ θεῷ τῷ ὄντως <ὄντι> ἀεὶ συνιστωμένης. P 381
φηςίν, οὐκ ἀγαθῶς εἰργσαμένα, ἀλλὰ κατὰ τὴν αὐτοῦ φαύλην διάνοιαν τὰ ὑπ’ αὐτοῦ * ἔκτισται.
τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· λέγε μοι, ὦ οὗτος. δώσεις γάρ, ὦ Ἀπελλῆ, ἢ τὸν θεὸν ἄγνωστον τῶν μελλόντων πεποιηκότα θεὸν ὃν φάσκεις τὰ ποιήματα κακῶς δεδημιουργηκέναι, ἢ προγινώσκοντα μὲν ὅτι τοιοῦτος ὁ ὑπ’ αὐτοῦ κτιζόμενος θεὸς ἀποβήσεται, τούτου D400 χάριν αὐτὸν πεποιηκέναι, ἵνα μὴ αἴτιος γένηται
τῶν κακῶς ὑπ’ αὐτοῦ δεδημιουργημένων.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.