μὲν Λόγου ἀναπεπληρωκέναι τὸν τόπον τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον πνεῦμα, το[ου δὲ Ἀνθρώπου P244 τὴν τοῦ ὑψίστου δύναμιν, τὸ τῆς τῆς Ἐκκλησίας τόπον ἡ παρθένος ἐπέδειξεν.
τοῦτ᾿ εἶναι τὸ πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ στόματος τοῦ Ἰησοῦ, τὸ ὁμολογῆσαν σαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν D232 τὸν Πατέρα· κατελθὸν τοι <τοι γε> εἰς τὸν Ἰησοῦν ἡνῶσθαι [δ’] αὐτῷ. καὶ καθεῖλε μὲν τὸν θάνατον, ὁ ἐκ τῆς οἰκονομίας σωτὴρ <Ἰησοῦς> ἐγνώρισε δὲ τὸν Πατέρα † εἶναι οὖν † τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει,
τεθεῖσθαι δὲ εἰς ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, ὃν χωρήσαντα αὐτὸν ἐσχηκέναι αὐτόν τε τὸν Ἄνθρωπον, αὐτόν τε τὸν Λόγον καὶ τὸν Πατέρα καὶ τὸν Ἄρρητον καὶ τὴν Σιγὴν καὶ τὴν Αλήθειαν καὶ Ἔκκλησίαν καὶ Ζωήν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.