ἐκτείνειν τὴν χεῖρα, δῆθεν εἰς ἀσπασμόν, ὑποκάτωθεν τῆς παλάμης Ψηλάφησίν τινα γαργαλισμοῦ ἐμποιεῖν, D 43 διὰ τούτου ὑποφαίνοντες ὡς τῆς αὐτῶν θρῃσκείας ἐστὶν ὁ παραγενόμενος.
ἐκ τούτου δὲ συμποσιάσαντες καὶ ὡς ἔπος εἰπεῖν τὰς φλέβας τοῦ κόρου ἐμπλήσαντες ἑυτῶν εἰς οἶστρον τρέπονται.
αὐτοῖς αἰσχρὰ πραττόμενα (ὅτι κατὰ τὸν ἅγιον ἀπόστολον τὰ αύτοῖς γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν«), ὅμως οὐκ αἰσχυνθῶ λέγειν 1 2 ἃ αὐτοὶ ποιεῖν οὐκ αἰσχύνονται, Ö 176 ἵνα κατὰ πάντα τρόπον φρῖξιν ἐργάσωμαι τοῖς ἀκούουσι τὰ παρ' αὐτῶν τολμώμενα αἰσχρουργήματα —
καὶ ὁ ἀνὴρ τὴν ῥύσιν τὴν ἀπὸ τοῦ ἄρρενος εἰς ἰδίας αὐτῶν χεῖρας καὶ ἵστανται εἰς οὐρανὸν ἀνανεύσαντες, ἐπὶ χεῖρας δὲ ἔχοντες τὴν ἀκαθαρσίαν καὶ εὔχονται δῆθεν,
τοῦ Χριστοῦ«.
καταμήνιον συναχθὲν ἀπ' αὐτῆς αἷμα τῆς ἀκαθαρσίας ὡσαύτως λαβόντες κοινῇ ἐσθίουσι. καὶ »τοῦτο, φασίν, ἐστὶ τὸ αἱμα τοῦ Χριστοῦ«.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.