φωνὴν βροντῆς καὶ ἤγγισα τοῦ ἀκοῦσαι καὶ ἐλάλησε πρός με καὶ εἶπεν· ἐγὼ σὺ καὶ σὺ ἐγώ, καὶ ὅπου ἐὰν ᾖς, ἐγὼ ἐκεῖ εἰμι, καὶ ἐν ἅπασίν εἰμι ἐσπρμένος. καὶ ὅθεν ἐὰν θέλῃς, συλλέγεις με. ἐμὲ δὲ συλλέγων ἑαυτὸν συλλέγεις«. καὶ ὠ τῆς τοῦ διαβόλου ὑποσπορᾶς.
ἀπὸ τοῦ λ·όγοι τῆς ἀληθείας; οὐκ ἔστι γὰρ σχεδὸν τῷ νοῦν ἔχοντι χρεία ἀπὸ γραφῆς ἢ ἀπὸ παραδειγμάτων ἢ ἑτέρου τινὸς πράγματος ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. τῷ γὰρ όρθῷ λογισμῷ εὕδηλος αὐτῶν καὶ φωρατὴ ἡ τῆς μωρολογίας δραματουργία καὶ μοιχῶν ἐργασία.
φύροντες, ἔσθοντές τε καὶ παραπτόμενοι καὶ ἀνθρωπίνων σαρκῶν καὶ ἀκαθαρσιῶν.
πειθομένους, ὥστε μιᾶναι καὶ νοῦν καὶ καρδίαν καὶ χεῖρας καὶ στόματα καὶ σώματα καὶ ψυχὰς τούτων P 85 τῶν ὑπ' αὐτοῦ ἐν τῇ τοσαύτῃ σκοτώσει παγιδευθέντων.
χραίνει μὲν γὰρ τὰ ὦτα ἀληθῶς ἡ τῆς μεγάλης τόλμης βλάσφημος συναγωγὴ καὶ D 42 τῆς αἰσχρότητος αὐτῆς συλλογή τε καὶ διήγησις καὶ ἡ τῆς ἀγυρτώδους αἰσχρουργίας βορβορώδης κακόνοια,
ἢ τρυβλίον), ἀπὸ τοῦ μὴ δύνασθαί τινας μετ’ αὐτῶν ἐσθίειν, κατ ἰδίαν δὲ τοῖς μεμιαμμένοις δίδοσθαι τὰ βρώματα καὶ μή τινα δύνασθαι σὺν αὐτοῖς διὰ τὸν μολυσμὸν κἂν ἄρτον συνεσθίειν·
Φιβιωνῖται, ὡς ἄνω μοι ἐν μέρει λέλεκται· τινὲς δὲ αὐτοὺς Ζακχαίους καλοῦσιν, ἄλλοι δὲ Βαρβηλίτας.
τοῦτο. ὥσπερ τὸ »φρέαρ τῆς ἀπωλείας‘, φόβον καὶ φρῖξιν ἐμποιήσω εἰς τὸ μὴ μόνον ἀποδρᾶναι τοὺς συνετούς, ἀλλὰ καὶ καταλιθάσαι τὸν ἐν τῷ βαράθρῳ τοῦτον σκολιὸν ὄφιν καὶ βασιλίσκον εἰς τὸ μηδὲ πλησιάσαι τινὰ τολμᾶν. καὶ ταῦτα μὲν ἤδη περὶ αὐτῶν εἰρημένα ὀλίγα τινὰ ὄντα ἐν μέρει τετάχθω.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.