δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῆς φερούσης εἰς ζωὴν αἰώνιον καὶ καταλιμπάνειν τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ ἀκαν- θώδη καὶ προσκομμάτων ἔμπλεον ὀδόν. βορβορώδη καὶ ἀσελγείας καὶ πορνείας ἐμπεπλησμένην,
ἀπειρώδινον ἔχιδναν οἱ παλαιοί.
τῆς θηλείας τὸν ἄρρενα τὴν κεφαλὴν εἰσβάλλειν, P102 ἐκείνης δὲ πάθει συσχεθείσης ἀποτέμνειν τὴν τούτου κεφαλὴν καὶ οὕτως τὸν τὸν τοῦ στόματος σταλάξαντα ἰὸν καταπιοῦσαν ἐν ἑαυτῇ ἐγκυμονεῖν μὲν 3 τοιοῦτο ζεῦγος ἀρρενόθηλυ· ὅπερ ζεῦγος ἁδρυνθὲν ἐν τῇ
οὕτως γεννᾶσθαι, ὥστε ἀπολεσθαι τόν τε τούτων πατέρα καὶ τὴν μητέρα. διόπερ ἀπειρώδινον αὐτῇ ἐπέθεντο ὄνομα, ὅτι ὠδίνων οὐ πειρᾶται.
κεφαλὴν καὶ τὸ σῶμα καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα ἐνταῦθα συντρίψαντες τῷ ξύλῳ τῆς ζωῆς τὰς ἑτέρας διασκοπεῖν προέλθωμεν, θεὸν ἀρωγὸν ἐπαντλούμενοι. ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.