ἐπαινέσειεν, ὡς ἡμῶν προαγγειλάντων ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων σγνώκαμεν, τινὰ δὲ δι’ ἐνηχήσεών τε καὶ μαρτυριῶν ἀξιοπίστων ἀνδρῶν δυναμένων ἡμῖν τὴν ἀλήθειαν ὑπο- δεικνύναι, ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον, ἀλλὰ ἐδείξαμεν ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων.
καὶ σαφῶς περὶ ταύτης ἠδυνήθημεν λέγειν ἐξ ὡν μὴ γένοιτο) οὐ πράξαντες, ἀλλὰ μεμαθηκότες ἀκριβῶς <ἐγνώκαμεν> παρὰ τῶν εἰς τοῦτο πειθόντων καὶ μὴ κατισχυσάντων, ἀλλὰ τὴν ἑαυτῶν ἐλπίδα τῆς εἰς ἡμᾶς ἀπωλείας ἀπολεσάντων καὶ μὴ ἐπιτυχόντων τοῦ σκοποῦ τῆς εἰς τὴν τάλαιναν ἡμῶν ψυχὴν ἐπιχειρουμένης ὑπ' αὐτῶν τε καὶ 1 2 τοῦ ἐν αὐτοῖς διαβόλου συσκευῆς,
3
οὑν περιτυχόντες καὶ ἀποδράντες καὶ ἀναγνόντες, γνόντες καὶ καταγνόντες, σωθέντες τε ὑπερβεβήκαμεν, οὕτω καὶ σὲ τὸν ἀναγινώσκοντα παρακαλοῦμεν ἀναγνόντα καὶ καταγνόντα τοῦ * ὑπερβῆναι, εἰς τὸ μὴ ἐμπεσεῖν ἐν τῷ ἰῷ τῆς τῶν ἑρπετῶν τούτων μοχθηρίας.
εὐθὺς τὸ ξύλον ἀναλαβὼν τὸ διὰ τοῦ κυρίου ἡμῖν ἑτοιμασθέν, ἐν ᾧ ὁ Ι κύριος ἡμῶν προσεπάγη Χριστός, <καὶ> κατὰ τῆς κεφαλῆς τοῦ ὄφεως εὐθὺς βαλὼν εἴποις ὅτι Χριστὸς ἐσταύρωται ὑπὲρ ἡμῶν, ὑπογραμμὸν ἡμῖν περιλιμπάνων‘ σωτηρίας·
τὰς ἁμαρτίας. πίστει ἔχομαι τῆς ἀληθείας καὶ οὐχ ὑπάγομαι πλάνῃ τῇ νοθείᾳ τοῦ ὄφεως καὶ παραψιθυρισμῷ τῆς αὐτοῦ διδασκαλίας.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.