τὸ ἅγιον πνεῦμα ἐν τῷ ἀποστόλῳ Ἰούδᾳ, λέγω δὴ ἐν τῇ ὑπ' αὐτοῦ γραφείσῃ καθολικῇ ἐπιστολῇ Ἰούδας δέ ἐστιν οὗτος ὁ ἀδελφὸς Ἰακώβου καὶ τοῦ κυρίου λεγόμενος)· ὑπέδειξε γὰρ αὐτοὺς τὸ ἅγιον πνεῦμα διὰ τῆς φωνῆς τοῦ Ἰούδα κατὰ τὰ κτήνη φθειρομένους καὶ φθείροντας, ὡς λέγει ὅτι ὅσα μὲν οὐκ οἴδασιν, ἀγνοοῦντες ἁλίσκονται,
ὅσα δὲ οἴδασιν, ὡς τὰ ἄλογα ζῷα φθείρονται«.
δόξας δὲ βλασφημοῦσι. Μιχαὴλ δὲ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ περὶ τοῦ Μωυσέως σώματος οὐκ ἤνεγκε λόγον βλασφη- μίας, ἀλλὰ εἶπεν, ἐπιτιμήσαι σοι κύριος.
καὶ ταῦτά ἐστιν ἅτινα κατὰ τῶν ἀποστόλων ἐτόλμησαν λέγειν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν »ὥστε τινὰς τολμᾶν > ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακά, ἴνα ἔλθῃ ἐφ' ἡμᾶς τὰ ἀγαθά, ὡν τὸ κρίμα ὲ́νδικόν ἐστι².
δέ, ἀλλὰ καὶ οἱ ταῖς γυναιξὶ πλησιάζοντες, λοιπὸν κόρον μὴ] λαβόντες τῆς μετὰ τῶν γυναικῶν πολυμιξίας εἰς ἀλλήλους ἐκκαίονται, ἄνδρες ἐν ἀνδράσι, κατὰ τὸ γεγραμμένον »τὴν ἀντιμισθίαν τῆς πλάνης έν 3 4 ἑαυτοῖς ἀπολαμβάνοντες«. ἐξώλεις γὰρ οὗτοι γενόμενοι μακαρίζουσιν ἀλλήλοις, ὡς τὸ προκριτέον τάγμα ἀναδεξάμενοι.
παρ' αὐτῶν ὅτι ἡ δεῖνα παρθένος, ἡ τοσαῦτα ἔτη πεφθαρμένη καὶ φθεγγομένη καθ' ἑκάστην ἡμέραν. κόρον γὰρ οὐκ ἔχει παρ αὑτοῖς ἡ λαrνεία, ἀλλὰ ὅσον τις παρ' αὐτοῖς αἰσχρουργὸς ἄνθρωπος, τοσοῦτον παρ' αὑτοῖς ἐπαινετός.
γενομένας ἴως καταβολῆς σπέρματος, ἀλλὰ μιγνυμένας μὲν ἀεὶ καὶ πορνευούσας πρὸ δὲ τοῦ ἀπαρτηθῆναι τὴν ἡδονὴν ἀφιστώσας τὸν πονηροποιὸν αὐτῶν τῆς κοινωνίας φθορέα καὶ λαμβανούσας τὴν προειρημένην αἰσχρότητα εἰς ἐδωδήν,
ταύτην ἐπανῃρημένας τοῦ φθείρεσθαι μέν, μὴ ὑποδέχεσθαι δὲ τῆς φθορᾶς τὴν μῖξιν καὶ τὴν ἀπόρροιαν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.