λέγει, πρῶτον μὲν ὅτι »Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδεν καὶ ἐχάρη«, καὶ πάλιν φησίν »εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἐγραψεν«.
τὸν σωτῆρα εἰς παράστασιν ἀληθείας ἄλλως τὴν ἐαυτοῦ δόξαν μὴ ὑποδείξαντα ἀλλὰ ἢ ἀνὰ μέσον Ἠλίου καὶ Μωυσέως τῶν καὶ αὐτῶν ἐν δόξῃ ἰδίᾳ μετ’ αὐτοῦ ὀφθέντων;
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν« καὶ τὰ ἑξῆς,
μετὰ τὸ άναστῆναι ἐκ τῶν νεκρῶν ὠφθαι κατὰ τὴν ὸδὸν τοῖς περὶ τὸν Ναθαναὴλ καὶ τὸν Κλεόπαν καὶ τούτους νενουθετηκέναι ἀπὸ τῶν ψαλμῶν καὶ ἀπὸ τῶν προφητῶν »ὅτι οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ Ö 144 ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ὴμέρᾳ«. καὶ οὐδὲν ἔστιν ὅλως διαφωνοῦν ἀνὰ μέσον τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας
πρὸς τὰς τῶν προφητῶν προφητείας.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.