σωμεν ἄνθρωπον«, »κατ᾿ εἰκόνα ἡμετέραν« εἶπεν, καὶ οὐ »κατ᾿ εἰκόνα« μόνον.
ὡς ὁ πατὴρ συγκαλεῖται τὸν υἱὸν συνδημιουργεῖν τὸν ἄνθρωπον, δι᾿ οὗ καὶ τὰ ἄλλα πάντα ἐποίησεν.
δὲ ὁ Σατορνῖλος ὁ τῆς αἱρέσεως ταύτης ἀρχηγός), ἀναγκασθήσεται ἐξ ἅπαντος ἕνα τὸν θεὸν ὁμολογεῖν, θεὸν καὶ κύριον, τοῦ σύμπαντος ὄντα κτιστήν τε καὶ δημιουργόν, ἅμα τε καὶ τοῦ ἀνθρώπου.
αὐτὸς γὰρ ό κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαρρήδην ἐκφωνεῖ ἐν τῷ εὐαγγελίῳ καὶ λέγει συνῳδὰ τῷ προφήτῃ ὅτι »ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι« καὶ πάλιν »ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«.
αύτοῦ κοὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, καὶ εὐθὺς προσεθηκε λέγων »ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«· ὡς ἐξ ἅπαντος τὸν σωτῆρα διδάσκειν τὸν ποιητὴν τῶν ἀνθρώπων θεὸν εἶναι τῶν πάντων, αὐτοῦ δὲ πατέρα.
πρῶτον μὲν ὁ κύριος λέγει· »ὃ ὁ θεός‘ φησίν »συνέχευξεν, ἄνθρωπος μὴ χωριζέτω«· εἶτα ὁ ἅγιος ἀπόστολος »τίμιος ὁ γάμος καὶ ἡ κοίτη αμίαντος«. ταῖς δὲ φύσει χηρευσάσαις P 67 ὡσαύτως παραγγέλλει, λέγων διὰ Τιμοθέου »νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσι«, καὶ μεθ’ ἕδτερα »γαμειτωσαν τεκνογονείτωσαν
οἰκοδεσποτείτωσαν«, ἀνυπέρβατον νόμον τιθέμενος, ἐκ Μ’ ὄντα καὶ κατὰ σεμνότητα ἀνθρώποις κεχαρισμένον.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.