ὡς ἐκ πολλῶν ἀσπίδων συνηγμένων ἐν ἄγγει ἑνὶ ὀστρακινῳ καὶ 1 2 3 κατατεθεισῶν ἐν τοῖς θεμελίοις τῶν τεσσάρων γωνιῶν ἑκαστου τεμένους τῶν ἐν Αἰγύπτῳ οἰκοδομηθέντων εἰδώλων, [καὶ] εἴ τις ἰσχυροτέρα ηὕρηται παρὰ τὰς ἄλλας, ἐπελθοῦσα ταῖς ἑτέραις κατέφαγε·
αὕτη καὶ ἀπὸ τῆς κέρκου αὐτῆς ἐσθίειν ἀρξαμένη ἕως μέρους τινὸς * τοῦ D 14 σώματος κατέφαγε· καὶ οὕτως ἔμεινεν οὐκέτι τελεία, ἀλλὰ ἥμισυ ὑπάρχουσα ἑρπετοῦ.
ἔχει μὲν παρ' ἡμῶν τὴν ἀντιλογίαν, αὐτὴ δὲ διὰ τῆς δυνάμεως Χριστοῦ ἠφάνισται. καὶ ταύτην δὲ ὺπερβάντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί. P 62
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.