κατακλυσμὸν τῶν ἀνθρώπων κἀκεῖ φυτεύει ἀμπελῶνα Νῶε ὁ προφήτης, οἰκιστής τε γίνεται τοῦ τόπου.
γίαν· Σὴμ τοίνυν γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ, εὐλαβῆ καὶ θεοσεβῆ, Ἔβερ τὸν Φαλέκ.
φύσιν ἑκάστου θελήματος οὐκ ἀπὸ διδασκαλίας οὔτε ἀπὸ συγγραμμέτων [ συγγραφέων] πλάνη, οὐκ Ἰουδαϊσμὸς οὐχ Ἑλληνισμὸς οὐχ αἴρεσις ἑτέρα τις, ἀλλ’ ὡς εἰπεῖν ἡ νῦν πίστις ἐμπολιτευο P6 μένη ἐν τῇ ἄρτι ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ, ἀπ᾿ ἀρχῆς οὖσα καὶ ὕστερον πάλιν ἀποκαλυφθεῖσα.
ὅτι ὁ πατὴρ εἶπε τῷ υἱῷ ποιήσωμεν ἄνθρωπον«. τί οὖν ἦν, μήτε περιτομὴν ἔχων μήτε εἴδωλα σέβων , ἀλλ᾿ ὅτι τοῦ Χριστιανισμοῦ τὸν χαρακτῆρα ὑποφαίνων ἐδείκνυτο;
ἐνήργει δὲ τότε εὐσέβειά τε καὶ ἀσέβεια, πίστις καὶ ἀπιστία· πίστις μὲν ἐπέχουσα τοῦ Χριστιανισμοῦ τὴν εἰκόνα, ἀπιστία δὲ ἐπέχουσα ἀσεβείας τὸν χαρακτῆρα καὶ παρανομίας, ἐναντία τοῦ κατὰ φύσιν νόμου, ἕως τοῦ προδεδηλωμένου χρόνου.
ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε, κατὰ διαδοχὴν παίδων παῖδες καὶ τούτων παῖδες γεγόνασιν ἐβδομήκοντα δύο τὸν ἀριθμὸν ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί.
δὲ αὕτη ἡ Σεναὰρ νυνὶ ἐν χώρᾳ τῇ Περσίδι· ἦν δὲ πάλαι Ἀσσυρίων.
ἑβδομήκοντα δύο διένειμεν κατὰ τὸν τῶν τότε ἀνδρῶν ἀριθμὸν εὑρεθέντων, ὅθεν καὶ Μέρο P7 πες οὗτοι κέκληνται διὰ τὴν μεμερισμένην φωνήν, καὶ τὸν πύργον ἀνέμων βολὴ κατέστρεψεν.
ἕτεροι δὲ τὴν Λιβύην κατειλήφασιν·
† Θωϋὰν καὶ † Λοὺδ τὰ πρὸς τῇ Γαραμῶν χώρᾳ. καὶ ἴνα μὴ εἰς πολὺ πλάτος ποιήσωμαι τὴν ἐνταῦθα σύνταξιν τοῦ προοιμίου, ἐλεύσομαι πάλιν ἐπὶ τὸ προκείμενον καὶ κατὰ τὴν διαδοχὴν αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.