ἐπειδὴ δὲ ἕκαστος ἀνθρώπων ἰδίᾳ γνώμῃ ἐστοίχει νόμος γὰρ οὐδὲ εἰς ἐτύγχανεν· ἕκαστος γὰρ ἑαυτῷ νόμος ἐγίνετο καὶ τῇ ἰδίᾳ γνώμῃ ἐστοίχει, καθὼς παρὰ τῷ ἀποστόλῳ ἡ χρῆσις, οὐ μόνον Βαρβαρισμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων· φησὶ γάρ »ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος«), Βαρβαρισμὸς τότε
ἐκαλεῖτο ἐν ταῖς δέκα γενεαῖς τοῦ χρόνου τὸ ἐπώνυμον.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.