οὐκ ἐδόθη αὐτοῖς προφητῶν τῶν μετὰ Μωυσέα γραφὴ ἢ μόνον ἡ πεντάτευχος ἡ διὰ Μωυσέως τῷ σπέρματι Ἰσραὴλ ἐν τῇ ἐξόδω τῆς ἀπ᾿ Αἰγύπτου πορείας δοθεῖσα, φημὶ δὲ Γένεσις Ἔξοδος Λευιτικὸν Ἀριθμοὶ Δευτερονόμιον· ἐν δὲ τῇ Ἑβραΐδι διαλέκτῳ οὕτως καλοῦνται, Βρεσὶθ Ἐλλεσιμὼθ Οὐϊκρὰ Οὐιδαβὴρ Ἐλλεαδδεβαρίν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.