οὐκ ἐδόθη αὐτοῖς προφητῶν τῶν μετὰ Μωυσέα γραφὴ ἢ μόνον ἡ πεντάτευχος ἡ διὰ Μωυσέως τῷ σπέρματι Ἰσραὴλ ἐν τῇ ἐξόδω τῆς ἀπ᾿ Αἰγύπτου πορείας δοθεῖσα, φημὶ δὲ Γένεσις Ἔξοδος Λευιτικὸν Ἀριθμοὶ Δευτερονόμιον· ἐν δὲ τῇ Ἑβραΐδι διαλέκτῳ οὕτως καλοῦνται, Βρεσὶθ Ἐλλεσιμὼθ Οὐϊκρὰ Οὐιδαβὴρ Ἐλλεαδδεβαρίν.
ται μὲν ἐν ταύταις ταῖς πέντε βίβλοις Ö 68 ἀναστάσεως νεκρῶν τὸ σημεῖον, οὐ μέντοι γε τηλαυγῶς κεκήρυκται, καὶ ἔσπαρται ἐν αὐταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ περὶ τοῦ ἁγίου πνεύματος καὶ κατὰ εἰδώλων· τὸ δὲ τηλαυγέστερον ἐν αὐταῖς <τὸ> περὶ μοναρχίας ἔχει τὴν ἐν δὲ τῇ μοναρχίᾳ πνευματικῶς ἡ τριὰς καταγγελλομένη ἐστίν.
οἱ δὲ δεξάμενοι τὸν νόμον εἰς τὸ μετατεθῆναι τῆς εἰδωλολατρείας καὶ τὸν ἔνα θεὸν ἐπιγνῶναι ἐσπουδάσθησαν, οἷς οὐ γέγονεν ἐπιμέλειά τις τὸ ἀκριβέστερον P25 ἐπιγνῶναι. σφαλέντες δὲ οἱ τοιοῦτοι καὶ μὴ τηλαυγῶς τὸ πᾶν μέρος τῆς πίστεως καὶ τῆς ἡμετέρας ζωῆς τὸ ἀκρίβασμα κατειληφότες ἠγνόησαν μὲν νεκρῶν ἀνάστασιν καὶ ἀπι- 1 2 στοῦσ ι, πνεῦμα δὲ ἅγιον οὐ παραδέχονται· καὶ γὰρ ἠγνόησαν.
αὐτοῖς Γαριζὶν σεσυκοφαντημένως καλουμένῳ.
ἀγνοοῦντες ἐκ τοῦ πανταχόθεν προσέχειν πρὸς τὸ ὄρος ἐν τῷ αὐτοὺς εὔχεσθαι * δῆθεν ὅτι ἡγίασται. ἀδύνατον γὰρ τὴν γραφὴν ψεύσασθαι φάσκουσαν »ἔμειναν ποιοῦντες τὸν νόμον καὶ προσκυνοῦντες τὰ αὐτῶν εἴδωλα ἕως τῆς σήμερον ἡμέρας«, ὡς ἐμφέρεται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.