οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν« λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἔπιθυμίας εἰσοικισθεῖσαν εἰς ἠμᾶς άμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ Ö342 βλαστήματα νέα νέα καὶ κλῶνες οί φιλήδονοι περὶ ήμᾶς ἀεὶ λογισμοὶ στανται. δισσὰ γὰρ ἐν ήμῖν λογισμῶν γένη,
1 2 3 4 τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα καὶ ἐπανορθούμενον τὸν λογισμόν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.