με) τοῦ ἐμφυσήματος τοῦ θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίς ὑλικῆς, ἥν ὁ πολύπλοκος ἐνέπνευσεν εἰς ήμᾶς ὄφις, βραχυπορησάντων ήμῶν τῆς παραγγελίας τοῦ θεοῦ τὸν κύκλον.
οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν« λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἔπιθυμίας εἰσοικισθεῖσαν εἰς ἠμᾶς άμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ Ö342 βλαστήματα νέα νέα καὶ κλῶνες οί φιλήδονοι περὶ ήμᾶς ἀεὶ λογισμοὶ στανται. δισσὰ γὰρ ἐν ήμῖν λογισμῶν γένη,
1 2 3 4 τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα καὶ ἐπανορθούμενον τὸν λογισμόν.
μὲν νομοθεσίᾳ τοῦ θεοῦ κατὰ τὸν νοῦν »συνηδόμεθα« (τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί· D 665 ὁ γὰρ νόμος »ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ θεοῦ«, οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ, τῇ ἐπιθυμίᾳ τοῦ νοός, οὗτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς,
παντάπασι πρὸς ἡδονὰς ὢν ἑλκτικός.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.