τῷ ἀγαθῷ ἔφη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός, οἷον τὴν ὁρμὴν αὐτῆς αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν. ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργικῆς
1 ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας ὀρέξεις καἰ ἡδονὰς ἐξαπόλλυσθαι καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύεσθαι
ζῆν εἶναι νομίζοντας, οἳ »θεὸν ἡγοῦνται τὴν κοιλίαν«, <φάσκοντες> καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν«, καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ βορὰν μόνον καὶ τὰς τραπέζας ἀσχολούμενα, εἰπών τε »τὰ βρώματα τῇ κοιίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν·
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.