λοίδοροι οὔτε ἄρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται«,
τῷ ἀγαθῷ ἔφη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός, οἷον τὴν ὁρμὴν αὐτῆς αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν. ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργικῆς
3 ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας ὀρέξεις καἰ ἡδονὰς ἐξαπόλλυσθαι καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύεσθαι
ζῆν εἶναι νομίζοντας, οἳ »θεὸν ἡγοῦνται τὴν κοιλίαν«, <φάσκοντες> καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν«, καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ βορὰν μόνον καὶ τὰς τραπέζας ἀσχολούμενα, εἰπών τε »τὰ βρώματα τῇ κοιίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν·
καὶ ὁ κύριος τῷ σώματι.
ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; D654 καὶ οὐκ ἐστὲ ἑαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε οὖν τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν«.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.