ὡς μέλλουσα προσδοκᾶσθαι ἔτι δύναται, καθ' ἥν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ Τε τὸ γεννηθῆναι με) καὶ εἰς σῶμα ἐλθεῖν τὴν P576 ψυχὴν κριθῆναι ἔστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν ἐλθεῖν, διὰ τὸ πρὸ σώματος
αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εῖς τὸ σῶμα ἐμβιβάζεσθαι καθ' ὑμᾶς;
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.