παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.