ἡμέρας, ἃς ἐποίησαν παρ᾿ αὐτῷ, ἐπιφέρει λέγων »καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι«.
ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν γάμον«·
τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ.
»ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης D478 παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν«.
τὸν Ἰωάννην, καὶ μετὰ τὸ διελθεῖν διὰ τοῦ Ἰορδάνου πάλιν τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὰ οἰκεῖα ἔνθα ἀνετέθραπτο, πρὸς τὴν μητέρα ἐν Ναζαρέτ, ἐκεῖ τε παραμείνας δύο ἡμέρας, ὅτε καὶ οἱ περὶ Ἀνδρέαν παρ᾿ αὐτῷ ἔμειναν, λοιπὸν ἠπείγετο τῆς σωτηρίας τῶν ἀνθρώπων ἕνεκεν τοῦ κηρύγματος ἄρξασθαι·
διὰ χρόνου ἡκέναι, ἔχων μεθ’ἑαυτοῦ οὓς ἤδη παρείληφε μαθητάς, καὶ ἀπολύσας τοὺς δύο τοὺς ἀκολουθήσαντας αὐτῷ εὐθὺς ἐξῆλθεν ἐπὶ τὴν Γαλιλαίαν διὰ τὸ κήρυγμα καὶ διὰ τὸ ἔργον τοῦ θεοσημείου τοῦ ἐν τῷ γάμῳ ἐπιτελεσθέντος.
ἤδη τοῦ ἔργου ὅτι »κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν εἶπέ μοι· ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς, οὗτός ἐστιν«.
ἡμετέρων ψυχῶν.
ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων,
τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες.
ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον«. καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται.
<κατὰ> τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ <οὐ> πολλὰς ἡμέρας.
αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ <πάλιν> πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν <ἐγγὺς> τοῦ Σαλήμ.
ὁ Ἰησοῦς καὶ εὗρεν τοὺς πωλοῦντας ἐν τῷ ἱερῷ τοὺς βόας καὶ τὰ πρόβατα καὶ <τὰς> περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους«.
ἀκηκοέναι παρ᾿ αὐτῶν »τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;« καὶ εἰπεῖν, αὐτοῖς »λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν«, ὅτι Νικόδημος ἦλθε πρὸς αὐτόν,
<βαπτίζων> ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης«.
(καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ), ἀφῆκεν τὴν Ἰουδαίαν γῆν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν.
Σαμαρεῖται καὶ παρεκάλουν αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς »καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.«
καὶ λέγει τὸ εὐαγγέλιον » <τοῦτο> δεύτερον πάλιν σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν«.
ἐν σαββάτῳ· εἶτα πάλιν λέγει »ἐπὶ πλεῖον ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ«.
ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ <ἐγγὺς> τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.«
παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.