ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] »ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«· 1 2 3 »καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν«.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.