μαθηταί· »Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλθον, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.«
ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου
καὶ ἴδε.
σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας« καὶ τὰ ἑξῆς, ἵνα δείξῃ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ μετὰ τὴν ἀπ᾿ αὐτοῦ τοῦ πειρασμοῦ ἐπάνοδον Ρ436 καὶ ὁρμὴν τὴν ἐπὶ Ναζαρὲτ καὶ Γαλιλαίαν, ὡς οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ ἔφησαν, πάλιν ἐπὶ τὸν Ἰορδάνην αὐτὸν ἡκέναι·
ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] »ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«· 4 5 6 »καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν«.
καιρὸν τοῦτον ἐκείνῳ Ö72 τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ᾿ ἐκεῖνον.
»καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι«, ὡς ἤδη τοῦ πράγματος πρὸς καιρου τινος γεγονότος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.