Δουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γεγονὼς τοῦ γέροντος, ὃς δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφί- 1 2 3 ζονται. ἦν γὰρ καὶ οὖτος ὁ Δουκιανός, ὁ π ρόσφατός φημι, προσανἐχων τῇ τῶν Ἀρειανῶν αἰρέσει, περὶ οὗ ὕστερον ἐν τῇ κατ᾿αὐτῶν ἀνατροπῇ λέζομεν. νῦν δὲ πρὸς τὸν προειρημένον ἀρχαῖον Δουκιανὸν ἀποτείνεται ὁ λόγος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.