Δουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γεγονὼς τοῦ γέροντος, ὃς δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφί- 1 2 3 ζονται. ἦν γὰρ καὶ οὖτος ὁ Δουκιανός, ὁ π ρόσφατός φημι, προσανἐχων τῇ τῶν Ἀρειανῶν αἰρέσει, περὶ οὗ ὕστερον ἐν τῇ κατ᾿αὐτῶν ἀνατροπῇ λέζομεν. νῦν δὲ πρὸς τὸν προειρημένον ἀρχαῖον Δουκιανὸν ἀποτείνεται ὁ λόγος.
καὶ ἀπὸ τούτου ἀποσχίσας καὶ αὐτὸς ἄθροισμα ἑαυτῷ ποιησάμενος αἱρέσεως προέστη, ἀφ᾿οὖπερ οἱ Δουκιανισταὶ οἱ ἀρχαῖοι καλούμενοι.
γεγένηται ἡμῖν, ὡς ἀληθῶς ἔστιν εἰπεῖν, ἡ κατ᾿αὐτοὺς ἔρευνα. ἃ δὲ ἀπὸ μέρους ἔγνωμεν τῶν αὐτοῦ ἔστι τάδε.
αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν γραφπῆς, φημὶ δὲ τῷ »μάταιος ὁ δουλεύων κυρίῳ« καὶ τῷ εἰρημένῳ »ἀντέστησαν θεῷ καὶ ἐσώθησαν«.
γάμῳ – »ἀφ᾿οὗ γάμος, εὐθηνία« φησί »διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ δημιουργῷ γίνεται« – πρὸς ἀντίθεσιν τῆς τοῦ δημιουργοῦ καὶ κτιστοῦ διᾶ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ Ρ 379 εὐθηνίας.
ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εῖναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ πατρὸς εἶναι τὴν κτίσιν, ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαιότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τό »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓνὃ γέγονε« καὶ
τὰ ἑξῆς.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.