γέλαστον τοῦτο τὸ δόγμα καὶ οἱ αὐτῷ προσανέχοντες, τὸν ὄφιν ὡς θεὸν δοξάζοντες. μηκέτι γὰρ δυνάμενος ὁ διάβολος τὴν ἀνδρείαν διάνοιαν τὴν ἀπὸ τοῦ κυρίου λαβοῦσαν τὴν δύναμιν τῆς ἀληθείας ἀπατᾶν τρέπεται ἐπὶ τὸ θῆλυ τουτέστιν τὴν τῶν ἀνθρώπων ἄγνοιαν καὶ πείθει τοὺς ἐν τῇ ἀγνοίᾳ, ἐπειδὴ οὐ δύναται τὸν στερεὸν λογισμὸν
ἀπατῆσαι.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.