ὁ αὐτὸς οὐκ ἐδήλου τῆς αὐτοῦ ἰοβολίας τὸ πέρας, ὕστερον δὲ μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἐξήμεσέν τε καὶ ἀπέπτυσε τὴν πᾶσαν αὐτοῦ ἰώδη καὶ μοχθηρὰν ἐπίνοιαν D263 τῆς κακονοίας· οὑτος γὰρ προεβάλετο ἑαυτὸν ἐν τῇ τῶν ἠπατημένων διανοίᾳ δοξάζεσθαι ὡς θεὸς καὶ προσκυνεῖσθαι.
τῆς αὐτοῦ σχολῆς ταύτης καὶ δί ὄφεως τοῦ αἰσθητοῦ τὴν ἀπάτην ἐμποιῶν. ὄφιν δὲ δῆθεν ἡ θεία γραφὴ καλεῖ τὸν διάβολον, οὐ πάντως ὄντα τοιοῦτον τῇ μορφῇ, ἀλλὰ διὰ τὸ φαίνεσθαι τοῖς ἀνθρώποις σκολιώτατον καὶ τὸ ἐν πρώτοις ἐν ὄφει ἐνεργηθὲν τῆς ἀπάτης σκευώρημα.
γέλαστον τοῦτο τὸ δόγμα καὶ οἱ αὐτῷ προσανέχοντες, τὸν ὄφιν ὡς θεὸν δοξάζοντες. μηκέτι γὰρ δυνάμενος ὁ διάβολος τὴν ἀνδρείαν διάνοιαν τὴν ἀπὸ τοῦ κυρίου λαβοῦσαν τὴν δύναμιν τῆς ἀληθείας ἀπατᾶν τρέπεται ἐπὶ τὸ θῆλυ τουτέστιν τὴν τῶν ἀνθρώπων ἄγνοιαν καὶ πείθει τοὺς ἐν τῇ ἀγνοίᾳ, ἐπειδὴ οὐ δύναται τὸν στερεὸν λογισμὸν
ἀπατῆσαι.
φθέγξασθαι), ἀλλὰ ὁ τὴν αὐτῶν ἔννοιαν οὕτω φρονεῖν παρασκευάσας διάβολος.
τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ, ἵνα ἰδόντες τὴν τούτου ἐχθρίαν τοῦ αἰσθητοῦ ὄφεως ἀποδιδράσκψσι τῆς ἀπάτης τὴν ἐπιβουλὴν καὶ μισήσωσιν ὡς εἰπεῖν θεάσασθαι καὶ τὸ εἶδος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.