ἐν γὰρ τῷ Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς ἡ Ἀρχή, ἐν δὲ τῇ Ἀρχῇ καὶ ἐκ τῆς Ἀρχῆς ὁ Λόγος. καλῶς οὖν εἶπεν »ἐν ἀρχῇ ἦν ὁ Λόγος«· ἦν γὰρ ἐν Υἱῷ. »καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν«· καὶ γὰρ ἡ Ἀρχὴ *. καὶ »θεὸς ἦι ὁ Λόγος«, ἀκολούθως· τὸ γὰρ ἐκ θεοῦ γεννηθὲν θεός ἐστιν. »οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« D176 ἔδειξε τὴν τῆς προβολῆς τάξιν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.