ὑπὸ τοῦ θεοῦ, ὅ δὴ καὶ υἱὸν καὶ μονογενῆ θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ προέβαλε σπερματικῶς.
λέγει δὲ οὕτως »ἐν ἀρχῇ ἦι ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος.
ἐν γὰρ τῷ Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς ἡ Ἀρχή, ἐν δὲ τῇ Ἀρχῇ καὶ ἐκ τῆς Ἀρχῆς ὁ Λόγος. καλῶς οὖν εἶπεν »ἐν ἀρχῇ ἦν ὁ Λόγος«· ἦν γὰρ ἐν Υἱῷ. »καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν«· καὶ γὰρ ἡ Ἀρχὴ *. καὶ »θεὸς ἦι ὁ Λόγος«, ἀκολούθως· τὸ γὰρ ἐκ θεοῦ γεννηθὲν θεός ἐστιν. »οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« D176 ἔδειξε τὴν τῆς προβολῆς τάξιν.
αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕω«· πᾶσι γὰρ τοῖς μετ’ αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. ἀλλ᾿ »ὅ γέγονεν ἐν αὐτῷ, φησί, ζωή ἐστιν«. ἐνθάδε καὶ συζυγίαν ἐμήνυσεν· τὰ μὲν γὰρ ὅλα ἔφη δι᾿ αὐτοῦ γεγενῆσθαι, τὴν δὲ ζωὴν ἐν αὐτῷ.
γὰρ αὐτῷ καὶ δι᾿ αὐτοῦ καρποφορεῖ.
πεφωτίσθαι αὐτοὺς ὑπ᾿ αὐτῆς, ὅ δὴ ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. Ö368 τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει »πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν«. ἐπεὶ τοίνυν ἡ Ζωὴ ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, φῶς εἴρηται αὐτῶν.
Ἄνθρωπον καὶ Ἐκκλησίαν. ἀλλὰ μὴν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα.
ἁρμόσας ἠγνοήθη ὑπ᾿ αὐτῶν.
δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας«· ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα, Πατέρα εἰπὼν καὶ Χάριν καὶ [τὸν] Μονογενῆ καὶ Ἀλήθειαν.
Ἐκκληδσίαν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.