D125 πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ ἴτη τετρακόσια« ἀσφαλείας ἕνεκα διὰ τὸν δισταγμὸν P154 δι᾿ ὃν εἶπεν »εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται«, ἵνα μὴ καταδουλωθὲν τὸ σπέρμα ὑπὸ εἰδωλολατρῶν καὶ ἀπίστων Αἰγυπτίων ἐπιλάθηται θεοῦ τῶν πατέρων αὐτοῦ, ἐπέθηκεν αὐτῷ καὶ αὐτοῖς τὴν ἔνσαρκον
περιτομήν, ἴνα ὁρῶντες ὑπομιμνῄσκωνται καὶ δυσωπῶνται καὶ μὴ ἀρνῶνται αὐτόν.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.