Ἐβίων, ἀφ’ οὗπερ Ἐβιωναῖοι, καθεξῆς ἀκολουθῶν καὶ τὰ ὅμοια τούτοις φρονήσας, πολύμορφον τεράστιον καὶ ὡς εἰπεῖν τῆς Ö242 μυθευομένης πολυκεφάλου ὕδρας ὀφιώδη μορφὴν ἐν ἑαυτῷ ἀνατυπωσάμενος, πάλιν ἐπανέστη τῷ βίῳ, ἐκ τῆς τούτων μὲν σχολῆς ὑπάρχων, ἕτερα δὲ παρὰ τούτους κηρύττων καὶ ὑφηγούμενος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.