Ἐβίων, ἀφ’ οὗπερ Ἐβιωναῖοι, καθεξῆς ἀκολουθῶν καὶ τὰ ὅμοια τούτοις φρονήσας, πολύμορφον τεράστιον καὶ ὡς εἰπεῖν τῆς Ö242 μυθευομένης πολυκεφάλου ὕδρας ὀφιώδη μορφὴν ἐν ἑαυτῷ ἀνατυπωσάμενος, πάλιν ἐπανέστη τῷ βίῳ, ἐκ τῆς τούτων μὲν σχολῆς ὑπάρχων, ἕτερα δὲ παρὰ τούτους κηρύττων καὶ ὑφηγούμενος.
εἴ τις συνάξειεν ἑαυτῷ ἐκ διαφόρων λίθων τιμίων κόσμον καὶ ποικίλης ἐσθῆτος ἔνδυμα καὶ διαψανῶς ἑαυτὸν κοσμήσῃ, οὕτω καὶ οὑτος τὸ ἀνάπαλιν πᾶν ὁτιοῦν δεινὸν καὶ ὀλετήριον καὶ βδελυκτὸν κήρυγμα, ἄμορφόν τε καὶ ἀπίθανον, ζηλίας ἔμπλεον παρ' ἑκάστης αἱρέσεως λαβὼν ἑαυτὸν ἀνετύπωσεν εἰς ἁπάσας.
ἔχει τὸ βδελυρόν, Ἰουδαίων δὲ τὸ ὄνομα, Ὀσσαίων καὶ Ναζωραίων καὶ Νασαραίων τὴν γνώμην, Κηρινθιανῶν τὸ εἶδος, Καρποκρατιανῶν τὴν κακοτροπίαν, καὶ Χριστιανῶν βούλεται ἔχειν τὸ ἐπώνυμον μόνον οὐ γὰρ δήπουθεν τήν τε πρᾶξιν καὶ τὴν γνώμην καὶ τὴν γνῶσιν καὶ τὴν τῶν εὐαγγελίων καὶ ἀποστόλων περὶ πίστεως
συγκατάθεσιν)·
μέρει, ὡς ὕστερον ἐν ταῖς περὶ τούτου ἀποδείφεσι τοῦ κατ’ αὐτῶν ἀλεγχου παραστήσομεν, θεοῦ ἐπιβοηθοῦντος.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.