ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν καὶ ὡδε ἀφεῖναι τὰ τέκνα σου. καί, φησίν, λέγει· πόθεν ἔχεις τέκνα ἀπ’ ἐμοῦ καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ; λέγει, φησίν· ναί, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀπορροίᾳ τῶν σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μεταλαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα καὶ γεννῶσά σοι υἱούς.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.