ἀλλὰ ἀλλήλοις μίσγονται. καὶ οὑτοί εἰσιν οἱ προκριτέοι παρ’ αὐτοῖς δῆθεν καὶ ἐπαινετοί. D54 καταγελῶσι δὲ λοιπὸν τῶν τὴν πολιτείαν ἀσκούντων καὶ ἁγνείαν καὶ παρθενίαν ὡς εἰς μάτην τὸν κάματον ἀναδεδεμένων.
τί τὴν ψυχὴν ξεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανὸν καὶ πῶς ἑκάστῃ τῶν ἄνω δυνάμεων ἀποκρίνεσθαι· ὅτι ἐπέγνων ἐμαυτήν, φησί, καί συνέλεξα ἐμαυτὴν ἐκ πανταχόθεν, καὶ οὐκ ἔσπειρα τέκνα τῷ ἄρχοντι, ἀλλὰ ἐξερρίζωσα τὰς ῥίζας αὐτοῦ καὶ συνέλεξα τὰ μέλη τὰ διεσκορπισμένα, καὶ οἶδά σε τὶς ἔ. ἐγὼ γάρ, φησί, τῶν ἄνωθέν
εἰμι«. καὶ οὕτως, φησίν, ἀπολύεται.
ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν καὶ ὡδε ἀφεῖναι τὰ τέκνα σου. καί, φησίν, λέγει· πόθεν ἔχεις τέκνα ἀπ’ ἐμοῦ καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ; λέγει, φησίν· ναί, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀπορροίᾳ τῶν σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μεταλαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα καὶ γεννῶσά σοι υἱούς.
μωρία τῶν τὰ τοιαῦτα λεγόντων. πῶς γὰρ δύναται δαίμων, πνεῦμα ὢν ἀόρατον καὶ ἀσώματον, >ἀπὸ> σωμάτων μεταλαμβάνειν; εἰ δὲ ἀπὸ σωμάτων μεταλαμβάνει καὶ κυϊσκει, οὐκέτι ἐστὶ πνεῦμα, P96 ἀλλὰ σῶμα. σῶμα δὲ ὤν πῶς πῶς ἐστιν ἀόρατος καὶ πνεῦμα;
τὴν ἀπὸ τῆς ἐπιστολῆς τοῦ Ἰούδα μᾶλλον εἰς ἑαυτοὺς δῆθεν ἐπάγεσθαι ἐν τῷ λέγειν »καὶ οἱ μὲν ἐνυπνιαζόμενοι D 55 σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν«. οὐκ εἶπεν δὲ ὁ μακάριος Ἱούδας ὁ ἀδελφὸς τοῦ κυρίου περὶ ἐνυπνιαζομένων ἐν σώμασιν· εὐθὺς γὰρ ἐπιφέρει καὶ δεικνύει ὅτι περὶ τῶν
ἐνυπνιαζομένων * λέγει, τῶν λαλούντων ὡς δί ὀνειράτων τὰ αὐτῶν ῥήματα καὶ οὐκ ἐν ἀνανήψει γρηγορήσεως λογισμῶν.
κοίτην,] ἃ οὐκ οἴδασι λέγοντες«. καὶ ἔδειξεν ὅτι οὐ περὶ τῆς ἐνυπνιάσεως τοῦ ὕπνου λέγει, ἁλλὰ περὶ τῆς μυθώδους αὐτῶν τρα- 4 5 γῳδίας καὶ ληρολογίας, ὡς διὰ ὕπνου λεγομένης καὶ οὐκ ἀπὸ ἐρρω- μένης διανοίας.
Panarion (Adversus Haereses). Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.