διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαίας τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἀνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον«· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς μου«. εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ’ ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον
τῆς ἀκαταληψίας.
οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ«. ἀλλὰ μὴ παρα⟨να⟩γίνωσκε λέγε ὅτι τὸ τρίτον τοῦ ἀέρος ⟨σημαίνει⟩ οὐ γὰρ εἰπὼν »ἕως οὐρανοῦ‘ περὶ μέρους τρίτου λέγει, ἀλλὰ περὶ τριῶν ἀριθμῶν.
καὶ ἀκούσαντα ῥήματα ἅ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν«.
παράδεισον«. τὸ δὲ μετὰ τοῦ ἄρθρου D149 ἑτέρου προσώπου ἐστὶ διαληπτικὸν καὶ ἑτέρου τόπου μεταστατικόν.
ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι⟩ , , κατὰ τὸ εἰρημένον »κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ‘. * καὶ ὁ σωτήρ φησι »σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ«.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.