ἐσήμαινε καὶ ἐκ τούτου τὴν ὑπερβολὴν * D140 θαυμάζων ἐδείκνυε, ὅτι καίπερ ὢν ἴσος θεῷ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἴνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ’ ⟨ἵνα⟩ ἐν ἧ μορφῇ ἕλαβε ὑπακούοντας δούλους ἐλευθερώσῃ.
* θαρραλεώτερον * οὕτω δεικνύειν ἐν τῷ λέγειν »ἐὰν μὴ εἴπω, ἔσομαι καθ' ὑμᾶς ψεύστης«· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν »δι ἀγαθὸν ἔργον οὐκ ἀποκτένομέν σε, ἀλλ' ὅτι ἄνθρωπος ὢν σεαυτὸν ποιεῖς ἴσον θεῷ«.
ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται καὶ λίθος εἴρηται καὶ στῦλος καὶ νεφέλη καὶ λέων καὶ πρόβατον καὶ λύχνος καὶ λαμπὰς καὶ ἥλιος καὶ ἄγγελος καὶ σκώληξ καὶ πέτρα καὶ ἀκρογωνιαῖος καὶ ὁδὸς καὶ ταῦρος καὶ μόσχος καὶ τἀ τοιαῦτα.
οἴδαμεν δὲ δι’ ἣν αἰτίαν ταῦτα γέγραπται· ὁδὸς ὅτι 1 2 δι' αὐτοῦ βαδίζομεν πρὸς τὴν βασιλείαν, πρὸς αὐτὸν καὶ τὸν πατέρα· θύρα δὲ ὅτι δι’ αὐτοῦ εἰσερχόμεθα· στῦλος ὅτι αὐτός ἐστιν ἐδραίωμα τῆς ἡμετέρας πίστεως· πέτρα διὰ τὸ ἀμετακίνητον· λίθος ⟨διὰ⟩ τεθεμελιωμένον· ἤλιος δικαιοσύνης ὅτι καταυγάσας τὰς ἡμετέρας
σκοτισθείσας διανοίας.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.