ἐσφράγισε. τὸ γὰρ ἀδωναῒ κανανὶ καὶ οὑτω δύναται ἑρμηνεύεσθαι κύριος ἐνόσσευσέ με«. καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων τοῦτον τὸν D139 Ἰησοῦν, ὂν ὑμεῖς ἐσταυρώσατε«. οὐκ εἶπε τὸν ἄνωθεν θεὸν Λόγον, ἀλλὰ τοῦτον τὸν Ἰησοῦν‘ ⟩ τὴν σάρκα τὴν σὺν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην,
τοῦτον δὲ λεγομένην διὰ τὸν ἀπὸ Μαρίας κυριακὸν ἄνθρωπον.
εὐαγγελίῶ νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός‘, ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ ⟩ κατωτέρω, αὐτὸν δὲ εἶναι ωυσικὸν υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν.
τὸν πατέρα αὐτοῦ θεὸς ὣν φύσει γνήσιος γεγεννημένος, πρὸς δὲ τοὺς ἀνθρώπους ἄνθρωπος φυσικὸς P 50 γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. οὕτω γάρ ἐστι μεσίτης θεοῦ καὶ ἀνρρώπων, θεὸς ὢν καὶ ἄνθρωπος γεγονώς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.
Ancoratus. Epiphanius. ed. Karl Holl. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.